Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 1 Cronache - 3

1 Cronache

3 1καὶ οὗτοι ἦσαν υἱοὶ Δαυιδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρων ὁ πρωτότοκος Αμνων τῇ Αχινααμ τῇ Ιεζραηλίτιδι ὁ δεύτερος Δανιηλ τῇ Αβιγαια τῇ Καρμηλίᾳ
2ὁ τρίτος Αβεσσαλωμ υἱὸς Μωχα θυγατρὸς Θολμαι βασιλέως Γεδσουρ ὁ τέταρτος Αδωνια υἱὸς Αγγιθ
3ὁ πέμπτος Σαφατια τῆς Αβιταλ ὁ ἕκτος Ιεθρααμ τῇ Αγλα γυναικὶ αὐτοῦ
4ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρων καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ
5καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ιερουσαλημ Σαμαα Σωβαβ Ναθαν καὶ Σαλωμων τέσσαρες τῇ Βηρσαβεε θυγατρὶ Αμιηλ
6καὶ Ιβααρ καὶ Ελισαμα καὶ Ελιφαλετ
7καὶ Ναγε καὶ Ναφαγ καὶ Ιανουε
8καὶ Ελισαμα καὶ Ελιαδα καὶ Ελιφαλετ ἐννέα
9πάντες υἱοὶ Δαυιδ πλὴν τῶν υἱῶν τῶν παλλακῶν καὶ Θημαρ ἀδελφὴ αὐτῶν
10υἱοὶ Σαλωμων Ροβοαμ Αβια υἱὸς αὐτοῦ Ασα υἱὸς αὐτοῦ Ιωσαφατ υἱὸς αὐτοῦ
11Ιωραμ υἱὸς αὐτοῦ Οχοζια υἱὸς αὐτοῦ Ιωας υἱὸς αὐτοῦ
12Αμασιας υἱὸς αὐτοῦ Αζαρια υἱὸς αὐτοῦ Ιωαθαν υἱὸς αὐτοῦ
13Αχαζ υἱὸς αὐτοῦ Εζεκιας υἱὸς αὐτοῦ Μανασσης υἱὸς αὐτοῦ
14Αμων υἱὸς αὐτοῦ Ιωσια υἱὸς αὐτοῦ
15καὶ υἱοὶ Ιωσια πρωτότοκος Ιωαναν ὁ δεύτερος Ιωακιμ ὁ τρίτος Σεδεκια ὁ τέταρτος Σαλουμ
16καὶ υἱοὶ Ιωακιμ Ιεχονιας υἱὸς αὐτοῦ Σεδεκιας υἱὸς αὐτοῦ
17καὶ υἱοὶ Ιεχονια-ασιρ Σαλαθιηλ υἱὸς αὐτοῦ
18Μελχιραμ καὶ Φαδαιας καὶ Σανεσαρ καὶ Ιεκεμια καὶ Ωσαμω καὶ Δενεθι
19καὶ υἱοὶ Σαλαθιηλ Ζοροβαβελ καὶ Σεμεϊ καὶ υἱοὶ Ζοροβαβελ Μοσολλαμος καὶ Ανανια καὶ Σαλωμιθ ἀδελφὴ αὐτῶν
20καὶ Ασουβε καὶ Οολ καὶ Βαραχια καὶ Ασαδια καὶ Ασοβαεσδ πέντε
21καὶ υἱοὶ Ανανια Φαλλετια καὶ Ισαια υἱὸς αὐτοῦ Ραφαια υἱὸς αὐτοῦ Ορνα υἱὸς αὐτοῦ Αβδια υἱὸς αὐτοῦ Σεχενια υἱὸς αὐτοῦ
22καὶ υἱὸς Σεχενια Σαμαια καὶ υἱοὶ Σαμαια Χαττους καὶ Ιωηλ καὶ Μαρι καὶ Νωαδια καὶ Σαφαθ ἕξ
23καὶ υἱοὶ Νωαδια Ελιθεναν καὶ Εζεκια καὶ Εζρικαμ τρεῖς
24καὶ υἱοὶ Ελιθεναν Οδουια καὶ Ελιασιβ καὶ Φαλαια καὶ Ακουν καὶ Ιωαναν καὶ Δαλαια καὶ Ανανι ἑπτά