Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 1 Maccabei - 12

1 Maccabei

12 1καὶ εἶδεν Ιωναθαν ὅτι ὁ καιρὸς αὐτῷ συνεργεῖ καὶ ἐπελέξατο ἄνδρας καὶ ἀπέστειλεν εἰς Ῥώμην στῆσαι καὶ ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν
2καὶ πρὸς Σπαρτιάτας καὶ τόπους ἑτέρους ἀπέστειλεν ἐπιστολὰς κατὰ τὰ αὐτά
3καὶ ἐπορεύθησαν εἰς Ῥώμην καὶ εἰσῆλθον εἰς τὸ βουλευτήριον καὶ εἶπον Ιωναθαν ὁ ἀρχιερεὺς καὶ τὸ ἔθνος τῶν Ιουδαίων ἀπέστειλεν ἡμᾶς ἀνανεώσασθαι τὴν φιλίαν ἑαυτοῖς καὶ τὴν συμμαχίαν κατὰ τὸ πρότερον
4καὶ ἔδωκαν ἐπιστολὰς αὐτοῖς πρὸς αὐτοὺς κατὰ τόπον ὅπως προπέμπωσιν αὐτοὺς εἰς γῆν Ιουδα μετ’ εἰρήνης
5καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἔγραψεν Ιωναθαν τοῖς Σπαρτιάταις
6Ιωναθαν ἀρχιερεὺς καὶ ἡ γερουσία τοῦ ἔθνους καὶ οἱ ἱερεῖς καὶ ὁ λοιπὸς δῆμος τῶν Ιουδαίων Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν
7ἔτι πρότερον ἀπεστάλησαν ἐπιστολαὶ πρὸς Ονιαν τὸν ἀρχιερέα παρὰ Ἀρείου τοῦ βασιλεύοντος ἐν ὑμῖν ὅτι ἐστὲ ἀδελφοὶ ἡμῶν ὡς τὸ ἀντίγραφον ὑπόκειται
8καὶ ἐπεδέξατο ὁ Ονιας τὸν ἄνδρα τὸν ἀπεσταλμένον ἐνδόξως καὶ ἔλαβεν τὰς ἐπιστολάς ἐν αἷς διεσαφεῖτο περὶ συμμαχίας καὶ φιλίας
9ἡμεῖς οὖν ἀπροσδεεῖς τούτων ὄντες παράκλησιν ἔχοντες τὰ βιβλία τὰ ἅγια τὰ ἐν ταῖς χερσὶν ἡμῶν
10ἐπειράθημεν ἀποστεῖλαι τὴν πρὸς ὑμᾶς ἀδελφότητα καὶ φιλίαν ἀνανεώσασθαι πρὸς τὸ μὴ ἐξαλλοτριωθῆναι ὑμῶν πολλοὶ γὰρ καιροὶ διῆλθον ἀφ’ οὗ ἀπεστείλατε πρὸς ἡμᾶς
11ἡμεῖς οὖν ἐν παντὶ καιρῷ ἀδιαλείπτως ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς λοιπαῖς καθηκούσαις ἡμέραις μιμνῃσκόμεθα ὑμῶν ἐφ’ ὧν προσφέρομεν θυσιῶν καὶ ἐν ταῖς προσευχαῖς ὡς δέον ἐστὶν καὶ πρέπον μνημονεύειν ἀδελφῶν
12εὐφραινόμεθα δὲ ἐπὶ τῇ δόξῃ ὑμῶν
13ἡμᾶς δὲ ἐκύκλωσαν πολλαὶ θλίψεις καὶ πόλεμοι πολλοί καὶ ἐπολέμησαν ἡμᾶς οἱ βασιλεῖς οἱ κύκλῳ ἡμῶν
14οὐκ ἠβουλόμεθα οὖν παρενοχλῆσαι ὑμῖν καὶ τοῖς λοιποῖς συμμάχοις καὶ φίλοις ἡμῶν ἐν τοῖς πολέμοις τούτοις
15ἔχομεν γὰρ τὴν ἐξ οὐρανοῦ βοήθειαν βοηθοῦσαν ἡμῖν καὶ ἐρρύσθημεν ἀπὸ τῶν ἐχθρῶν καὶ ἐταπεινώθησαν οἱ ἐχθροὶ ἡμῶν
16ἐπελέξαμεν οὖν Νουμήνιον Ἀντιόχου καὶ Ἀντίπατρον Ἰάσονος καὶ ἀπεστάλκαμεν πρὸς Ῥωμαίους ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν καὶ συμμαχίαν τὴν πρότερον
17ἐνετειλάμεθα οὖν αὐτοῖς καὶ πρὸς ὑμᾶς πορευθῆναι καὶ ἀσπάσασθαι ὑμᾶς καὶ ἀποδοῦναι ὑμῖν τὰς παρ’ ἡμῶν ἐπιστολὰς περὶ τῆς ἀνανεώσεως καὶ τῆς ἀδελφότητος ἡμῶν
18καὶ νῦν καλῶς ποιήσετε ἀντιφωνήσαντες ἡμῖν πρὸς ταῦτα
19καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν Ονια
20Ἄρειος βασιλεὺς Σπαρτιατῶν Ονια ἱερεῖ μεγάλῳ χαίρειν
21εὑρέθη ἐν γραφῇ περί τε τῶν Σπαρτιατῶν καὶ Ιουδαίων ὅτι εἰσὶν ἀδελφοὶ καὶ ὅτι εἰσὶν ἐκ γένους Αβρααμ
22καὶ νῦν ἀφ’ οὗ ἔγνωμεν ταῦτα καλῶς ποιήσετε γράφοντες ἡμῖν περὶ τῆς εἰρήνης ὑμῶν
23καὶ ἡμεῖς δὲ ἀντιγράφομεν ὑμῖν τὰ κτήνη ὑμῶν καὶ ἡ ὕπαρξις ὑμῶν ἡμῖν ἐστιν καὶ τὰ ἡμῶν ὑμῖν ἐστιν ἐντελλόμεθα οὖν ὅπως ἀπαγγείλωσιν ὑμῖν κατὰ ταῦτα
24καὶ ἤκουσεν Ιωναθαν ὅτι ἐπέστρεψαν οἱ ἄρχοντες Δημητρίου μετὰ δυνάμεως πολλῆς ὑπὲρ τὸ πρότερον τοῦ πολεμῆσαι πρὸς αὐτόν
25καὶ ἀπῆρεν ἐξ Ιερουσαλημ καὶ ἀπήντησεν αὐτοῖς εἰς τὴν Αμαθῖτιν χώραν οὐ γὰρ ἔδωκεν αὐτοῖς ἀνοχὴν τοῦ ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτοῦ
26καὶ ἀπέστειλεν κατασκόπους εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐπέστρεψαν καὶ ἀπήγγειλαν αὐτῷ ὅτι οὕτως τάσσονται ἐπιπεσεῖν ἐπ’ αὐτοὺς τὴν νύκτα
27ὡς δὲ ἔδυ ὁ ἥλιος ἐπέταξεν Ιωναθαν τοῖς παρ’ αὐτοῦ γρηγορεῖν καὶ εἶναι ἐπὶ τοῖς ὅπλοις ἑτοιμάζεσθαι εἰς πόλεμον δι’ ὅλης τῆς νυκτὸς καὶ ἐξέβαλεν προφύλακας κύκλῳ τῆς παρεμβολῆς
28καὶ ἤκουσαν οἱ ὑπεναντίοι ὅτι ἡτοίμασται Ιωναθαν καὶ οἱ παρ’ αὐτοῦ εἰς πόλεμον καὶ ἐφοβήθησαν καὶ ἔπτηξαν τῇ καρδίᾳ αὐτῶν καὶ ἀνέκαυσαν πυρὰς ἐν τῇ παρεμβολῇ αὐτῶν
29Ιωναθαν δὲ καὶ οἱ παρ’ αὐτοῦ οὐκ ἔγνωσαν ἕως πρωί ἔβλεπον γὰρ τὰ φῶτα καιόμενα
30καὶ κατεδίωξεν Ιωναθαν ὀπίσω αὐτῶν καὶ οὐ κατέλαβεν αὐτούς διέβησαν γὰρ τὸν Ἐλεύθερον ποταμόν
31καὶ ἐξέκλινεν Ιωναθαν ἐπὶ τοὺς Ἄραβας τοὺς καλουμένους Ζαβαδαίους καὶ ἐπάταξεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν
32καὶ ἀναζεύξας ἦλθεν εἰς Δαμασκὸν καὶ διώδευσεν ἐν πάσῃ τῇ χώρᾳ
33καὶ Σιμων ἐξῆλθεν καὶ διώδευσεν ἕως Ἀσκαλῶνος καὶ τὰ πλησίον ὀχυρώματα καὶ ἐξέκλινεν εἰς Ιοππην καὶ προκατελάβετο αὐτήν
34ἤκουσεν γὰρ ὅτι βούλονται τὸ ὀχύρωμα παραδοῦναι τοῖς παρὰ Δημητρίου καὶ ἔθετο ἐκεῖ φρουράν ὅπως φυλάσσωσιν αὐτήν
35καὶ ἐπέστρεψεν Ιωναθαν καὶ ἐξεκκλησίασεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ ἐβουλεύετο μετ’ αὐτῶν τοῦ οἰκοδομῆσαι ὀχυρώματα ἐν τῇ Ιουδαίᾳ
36καὶ προσυψῶσαι τὰ τείχη Ιερουσαλημ καὶ ὑψῶσαι ὕψος μέγα ἀνὰ μέσον τῆς ἄκρας καὶ τῆς πόλεως εἰς τὸ διαχωρίζειν αὐτὴν τῆς πόλεως ἵνα ᾖ αὕτη κατὰ μόνας ὅπως μήτε ἀγοράζωσιν μήτε πωλῶσιν
37καὶ συνήχθησαν τοῦ οἰκοδομεῖν τὴν πόλιν καὶ ἔπεσεν τοῦ τείχους τοῦ χειμάρρου τοῦ ἐξ ἀπηλιώτου καὶ ἐπεσκεύασεν τὸ καλούμενον Χαφεναθα
38καὶ Σιμων ᾠκοδόμησεν τὴν Αδιδα ἐν τῇ Σεφηλα καὶ ὠχύρωσεν αὐτὴν καὶ ἐπέστησεν θύρας καὶ μοχλούς
39καὶ ἐζήτησεν Τρύφων βασιλεῦσαι τῆς Ἀσίας καὶ περιθέσθαι τὸ διάδημα καὶ ἐκτεῖναι χεῖρα ἐπ’ Ἀντίοχον τὸν βασιλέα
40καὶ εὐλαβήθη μήποτε οὐκ ἐάσῃ αὐτὸν Ιωναθαν καὶ μήποτε πολεμήσῃ πρὸς αὐτόν καὶ ἐζήτει συλλαβεῖν αὐτὸν τοῦ ἀπολέσαι καὶ ἀπάρας ἦλθεν εἰς Βαιθσαν
41καὶ ἐξῆλθεν Ιωναθαν εἰς ἀπάντησιν αὐτῷ ἐν τεσσαράκοντα χιλιάσιν ἀνδρῶν ἐπιλελεγμέναις εἰς παράταξιν καὶ ἦλθεν εἰς Βαιθσαν
42καὶ εἶδεν Τρύφων ὅτι ἦλθεν μετὰ δυνάμεως πολλῆς καὶ ἐκτεῖναι χεῖρας ἐπ’ αὐτὸν εὐλαβήθη
43καὶ ἐπεδέξατο αὐτὸν ἐνδόξως καὶ συνέστησεν αὐτὸν πᾶσιν τοῖς φίλοις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ δόματα καὶ ἐπέταξεν τοῖς φίλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ ὑπακούειν αὐτοῦ ὡς αὑτοῦ
44καὶ εἶπεν τῷ Ιωναθαν ἵνα τί ἐκόπωσας πάντα τὸν λαὸν τοῦτον πολέμου μὴ ἐνεστηκότος ἡμῖν
45καὶ νῦν ἀπόστειλον αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν ἐπίλεξαι δὲ σεαυτῷ ἄνδρας ὀλίγους οἵτινες ἔσονται μετὰ σοῦ καὶ δεῦρο μετ’ ἐμοῦ εἰς Πτολεμαίδα καὶ παραδώσω σοι αὐτὴν καὶ τὰ λοιπὰ ὀχυρώματα καὶ τὰς δυνάμεις τὰς λοιπὰς καὶ πάντας τοὺς ἐπὶ τῶν χρειῶν καὶ ἐπιστρέψας ἀπελεύσομαι τούτου γὰρ χάριν πάρειμι
46καὶ ἐμπιστεύσας αὐτῷ ἐποίησεν καθὼς εἶπεν καὶ ἐξαπέστειλεν τὰς δυνάμεις καὶ ἀπῆλθον εἰς γῆν Ιουδα
47κατέλιπεν δὲ μεθ’ ἑαυτοῦ ἄνδρας τρισχιλίους ὧν δισχιλίους ἀφῆκεν ἐν τῇ Γαλιλαίᾳ χίλιοι δὲ συνῆλθον αὐτῷ
48ὡς δὲ εἰσῆλθεν Ιωναθαν εἰς Πτολεμαίδα ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας καὶ συνέλαβον αὐτόν καὶ πάντας τοὺς συνεισελθόντας μετ’ αὐτοῦ ἀπέκτειναν ἐν ῥομφαίᾳ
49καὶ ἀπέστειλεν Τρύφων δυνάμεις καὶ ἵππον εἰς τὴν Γαλιλαίαν καὶ τὸ πεδίον τὸ μέγα τοῦ ἀπολέσαι πάντας τοὺς παρὰ Ιωναθου
50καὶ ἐπέγνωσαν ὅτι συνελήμφθη καὶ ἀπόλωλεν καὶ οἱ μετ’ αὐτοῦ καὶ παρεκάλεσαν ἑαυτοὺς καὶ ἐπορεύοντο συνεστραμμένοι ἕτοιμοι εἰς πόλεμον
51καὶ εἶδον οἱ διώκοντες ὅτι περὶ ψυχῆς αὐτοῖς ἐστιν καὶ ἐπέστρεψαν
52καὶ ἦλθον πάντες μετ’ εἰρήνης εἰς γῆν Ιουδα καὶ ἐπένθησαν τὸν Ιωναθαν καὶ τοὺς μετ’ αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα καὶ ἐπένθησεν πᾶς Ισραηλ πένθος μέγα
53καὶ ἐζήτησαν πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν ἐκτρῖψαι αὐτούς εἶπον γάρ οὐκ ἔχουσιν ἄρχοντα καὶ βοηθοῦντα νῦν οὖν πολεμήσωμεν αὐτοὺς καὶ ἐξάρωμεν ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν