Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 2 Regni - 2

2 Regni

2 1καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν Δαυιδ ἐν κυρίῳ λέγων εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ιουδα καὶ εἶπεν κύριος πρὸς αὐτόν ἀνάβηθι καὶ εἶπεν Δαυιδ ποῦ ἀναβῶ καὶ εἶπεν εἰς Χεβρων
2καὶ ἀνέβη ἐκεῖ Δαυιδ εἰς Χεβρων καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ Αχινοομ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου
3καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ καὶ κατῴκουν ἐν ταῖς πόλεσιν Χεβρων
4καὶ ἔρχονται ἄνδρες τῆς Ιουδαίας καὶ χρίουσιν τὸν Δαυιδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ιουδα καὶ ἀπήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι οἱ ἄνδρες Ιαβις τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαουλ
5καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ιαβις τῆς Γαλααδίτιδος καὶ εἶπεν πρὸς αὐτούς εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ ὅτι πεποιήκατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν ἐπὶ Σαουλ τὸν χριστὸν κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ
6καὶ νῦν ποιήσαι κύριος μεθ’ ὑμῶν ἔλεος καὶ ἀλήθειαν καί γε ἐγὼ ποιήσω μεθ’ ὑμῶν τὰ ἀγαθὰ ταῦτα ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο
7καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαουλ καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ιουδα ἐφ’ ἑαυτοὺς εἰς βασιλέα
8καὶ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος τοῦ Σαουλ ἔλαβεν τὸν Ιεβοσθε υἱὸν Σαουλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναεμ
9καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρι καὶ ἐπὶ τὸν Ιεζραελ καὶ ἐπὶ τὸν Εφραιμ καὶ ἐπὶ τὸν Βενιαμιν καὶ ἐπὶ πάντα Ισραηλ
10τεσσαράκοντα ἐτῶν Ιεβοσθε υἱὸς Σαουλ ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ισραηλ καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν τοῦ οἴκου Ιουδα οἳ ἦσαν ὀπίσω Δαυιδ
11καὶ ἐγένοντο αἱ ἡμέραι ἃς Δαυιδ ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν οἶκον Ιουδα ἑπτὰ ἔτη καὶ ἓξ μῆνας
12καὶ ἐξῆλθεν Αβεννηρ υἱὸς Νηρ καὶ οἱ παῖδες Ιεβοσθε υἱοῦ Σαουλ ἐκ Μαναεμ εἰς Γαβαων
13καὶ Ιωαβ υἱὸς Σαρουιας καὶ οἱ παῖδες Δαυιδ ἐξήλθοσαν ἐκ Χεβρων καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐπὶ τὸ αὐτό καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐντεῦθεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν
14καὶ εἶπεν Αβεννερ πρὸς Ιωαβ ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν καὶ εἶπεν Ιωαβ ἀναστήτωσαν
15καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμιν δώδεκα τῶν Ιεβοσθε υἱοῦ Σαουλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυιδ
16καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ καὶ πίπτουσιν κατὰ τὸ αὐτό καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου μερὶς τῶν ἐπιβούλων ἥ ἐστιν ἐν Γαβαων
17καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔπταισεν Αβεννηρ καὶ ἄνδρες Ισραηλ ἐνώπιον παίδων Δαυιδ
18καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουιας Ιωαβ καὶ Αβεσσα καὶ Ασαηλ καὶ Ασαηλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ
19καὶ κατεδίωξεν Ασαηλ ὀπίσω Αβεννηρ καὶ οὐκ ἐξέκλινεν τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Αβεννηρ
20καὶ ἐπέβλεψεν Αβεννηρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν εἰ σὺ εἶ αὐτὸς Ασαηλ καὶ εἶπεν ἐγώ εἰμι
21καὶ εἶπεν αὐτῷ Αβεννηρ ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ καὶ οὐκ ἠθέλησεν Ασαηλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ
22καὶ προσέθετο ἔτι Αβεννηρ λέγων τῷ Ασαηλ ἀπόστηθι ἀπ’ ἐμοῦ ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ιωαβ καὶ ποῦ ἐστιν ταῦτα ἐπίστρεφε πρὸς Ιωαβ τὸν ἀδελφόν σου
23καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι καὶ τύπτει αὐτὸν Αβεννηρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν καὶ διεξῆλθεν τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ πίπτει ἐκεῖ καὶ ἀποθνῄσκει ὑποκάτω αὐτοῦ καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ Ασαηλ καὶ ἀπέθανεν καὶ ὑφίστατο
24καὶ κατεδίωξεν Ιωαβ καὶ Αβεσσα ὀπίσω Αβεννηρ καὶ ὁ ἥλιος ἔδυνεν καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Αμμαν ὅ ἐστιν ἐπὶ προσώπου γαι ὁδὸν ἔρημον Γαβαων
25καὶ συναθροίζονται υἱοὶ Βενιαμιν οἱ ὀπίσω Αβεννηρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός
26καὶ ἐκάλεσεν Αβεννηρ Ιωαβ καὶ εἶπεν μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία ἦ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν
27καὶ εἶπεν Ιωαβ ζῇ κύριος ὅτι εἰ μὴ ἐλάλησας διότι τότε ἐκ πρωίθεν ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ
28καὶ ἐσάλπισεν Ιωαβ τῇ σάλπιγγι καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ισραηλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν
29καὶ Αβεννηρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν Ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν
30καὶ Ιωαβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Αβεννηρ καὶ συνήθροισεν πάντα τὸν λαόν καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυιδ ἐννεακαίδεκα ἄνδρες καὶ Ασαηλ
31καὶ οἱ παῖδες Δαυιδ ἐπάταξαν τῶν υἱῶν Βενιαμιν τῶν ἀνδρῶν Αβεννηρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ’ αὐτοῦ
32καὶ αἴρουσιν τὸν Ασαηλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βαιθλεεμ καὶ ἐπορεύθη Ιωαβ καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ ὅλην τὴν νύκτα καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρων