Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 4 Regni - 22

4 Regni

AT greco Torna al libro

NT greco

AT greco 22 22,1υἱὸς ὀκτὼ ἐτῶν Ιωσιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιεδιδα θυγάτηρ Εδεϊα ἐκ Βασουρωθ
AT greco 22,2καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Δαυιδ τοῦ πατρὸς αὐτοῦ οὐκ ἀπέστη δεξιὰ ἢ ἀριστερά
AT greco 22,3καὶ ἐγενήθη ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ Ιωσια ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαφφαν υἱὸν Εσελιου υἱοῦ Μεσολλαμ τὸν γραμματέα οἴκου κυρίου λέγων
AT greco 22,4ἀνάβηθι πρὸς Χελκιαν τὸν ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθὲν ἐν οἴκῳ κυρίου ὃ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ λαοῦ
AT greco 22,5καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ κυρίου καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσιν τὰ ἔργα τοῖς ἐν οἴκῳ κυρίου τοῦ κατισχῦσαι τὸ βεδεκ τοῦ οἴκου
AT greco 22,6τοῖς τέκτοσιν καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς καὶ τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κραταιῶσαι τὸ βεδεκ τοῦ οἴκου
AT greco 22,7πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσιν
AT greco 22,8καὶ εἶπεν Χελκιας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαφφαν τὸν γραμματέα βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ κυρίου καὶ ἔδωκεν Χελκιας τὸ βιβλίον πρὸς Σαφφαν καὶ ἀνέγνω αὐτό
AT greco 22,9καὶ εἰσήνεγκεν πρὸς τὸν βασιλέα Ιωσιαν καὶ ἐπέστρεψεν τῷ βασιλεῖ ῥῆμα καὶ εἶπεν ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν τῷ οἴκῳ κυρίου καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ κυρίου
AT greco 22,10καὶ εἶπεν Σαφφαν ὁ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων βιβλίον ἔδωκέν μοι Χελκιας ὁ ἱερεύς καὶ ἀνέγνω αὐτὸ Σαφφαν ἐνώπιον τοῦ βασιλέως
AT greco 22,11καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τοῦ βιβλίου τοῦ νόμου καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ
AT greco 22,12καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκια τῷ ἱερεῖ καὶ τῷ Αχικαμ υἱῷ Σαφφαν καὶ τῷ Αχοβωρ υἱῷ Μιχαιου καὶ τῷ Σαφφαν τῷ γραμματεῖ καὶ τῷ Ασαια δούλῳ τοῦ βασιλέως λέγων
AT greco 22,13δεῦτε ἐκζητήσατε τὸν κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ λαοῦ καὶ περὶ παντὸς τοῦ Ιουδα περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος τούτου ὅτι μεγάλη ἡ ὀργὴ κυρίου ἡ ἐκκεκαυμένη ἐν ἡμῖν ὑπὲρ οὗ οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων τοῦ βιβλίου τούτου τοῦ ποιεῖν κατὰ πάντα τὰ γεγραμμένα καθ’ ἡμῶν
AT greco 22,14καὶ ἐπορεύθη Χελκιας ὁ ἱερεὺς καὶ Αχικαμ καὶ Αχοβωρ καὶ Σαφφαν καὶ Ασαιας πρὸς Ολδαν τὴν προφῆτιν γυναῖκα Σελλημ υἱοῦ Θεκουε υἱοῦ Αραας τοῦ ἱματιοφύλακος καὶ αὐτὴ κατῴκει ἐν Ιερουσαλημ ἐν τῇ μασενα καὶ ἐλάλησαν πρὸς αὐτήν
AT greco 22,15καὶ εἶπεν αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με
AT greco 22,16τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτόν πάντας τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ιουδα
AT greco 22,17ἀνθ’ ὧν ἐγκατέλιπόν με καὶ ἐθυμίων θεοῖς ἑτέροις ὅπως παροργίσωσίν με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ σβεσθήσεται
AT greco 22,18καὶ πρὸς βασιλέα Ιουδα τὸν ἀποστείλαντα ὑμᾶς ἐπιζητῆσαι τὸν κύριον τάδε ἐρεῖτε πρὸς αὐτόν τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ οἱ λόγοι οὓς ἤκουσας
AT greco 22,19ἀνθ’ ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου κυρίου ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιον ἐμοῦ καί γε ἐγὼ ἤκουσα λέγει κύριος
AT greco 22,20οὐχ οὕτως ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσιν τοῖς κακοῖς οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπέστρεψαν τῷ βασιλεῖ τὸ ῥῆμα