Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
BibbiaEDU-logo

AT greco - Antico Testamento - Pentateuco - Deuteronomio - 28

Deuteronomio

28 1καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν ἐὰν ἀκοῇ εἰσακούσητε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ δώσει σε κύριος ὁ θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς
2καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσίν σε ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου
3εὐλογημένος σὺ ἐν πόλει καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ
4εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου
5εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου
6εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε
7παραδῷ κύριος ὁ θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου
8ἀποστείλαι κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμιείοις σου καὶ ἐν πᾶσιν οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσίν σοι
9ἀναστήσαι σε κύριος ὁ θεός σου ἑαυτῷ λαὸν ἅγιον ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου ἐὰν εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς αὐτοῦ
10καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς ὅτι τὸ ὄνομα κυρίου ἐπικέκληταί σοι καὶ φοβηθήσονταί σε
11καὶ πληθυνεῖ σε κύριος ὁ θεός σου εἰς ἀγαθὰ ἐπὶ τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐπὶ τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου ἐπὶ τῆς γῆς ἧς ὤμοσεν κύριος τοῖς πατράσιν σου δοῦναί σοι
12ἀνοίξαι σοι κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν τὸν οὐρανόν δοῦναι τὸν ὑετὸν τῇ γῇ σου ἐπὶ καιροῦ αὐτοῦ εὐλογῆσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου καὶ δανιεῖς ἔθνεσιν πολλοῖς σὺ δὲ οὐ δανιῇ καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν σοῦ δὲ οὐκ ἄρξουσιν
13καταστήσαι σε κύριος ὁ θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἔσῃ ὑποκάτω ἐὰν ἀκούσῃς τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ σου ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν καὶ ποιεῖν
14οὐ παραβήσῃ ἀπὸ πάντων τῶν λόγων ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς
15καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταλήμψονταί σε
16ἐπικατάρατος σὺ ἐν πόλει καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ
17ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου
18ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου
19ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε καὶ ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε
20ἐξαποστείλαι κύριός σοι τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου ὅσα ἐὰν ποιήσῃς ἕως ἂν ἐξολεθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου διότι ἐγκατέλιπές με
21προσκολλήσαι κύριος εἰς σὲ τὸν θάνατον ἕως ἂν ἐξαναλώσῃ σε ἀπὸ τῆς γῆς εἰς ἣν σὺ εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν
22πατάξαι σε κύριος ἀπορίᾳ καὶ πυρετῷ καὶ ῥίγει καὶ ἐρεθισμῷ καὶ φόνῳ καὶ ἀνεμοφθορίᾳ καὶ τῇ ὤχρᾳ καὶ καταδιώξονταί σε ἕως ἂν ἀπολέσωσίν σε
23καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ
24δῴη κύριος τὸν ὑετὸν τῇ γῇ σου κονιορτόν καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται ἐπὶ σέ ἕως ἂν ἐκτρίψῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε
25δῴη σε κύριος ἐπικοπὴν ἐναντίον τῶν ἐχθρῶν σου ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτοὺς καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν καὶ ἔσῃ ἐν διασπορᾷ ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς
26καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν
27πατάξαι σε κύριος ἐν ἕλκει Αἰγυπτίῳ ἐν ταῖς ἕδραις καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήφῃ ὥστε μὴ δύνασθαί σε ἰαθῆναι
28πατάξαι σε κύριος παραπληξίᾳ καὶ ἀορασίᾳ καὶ ἐκστάσει διανοίας
29καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας ὡσεὶ ψηλαφήσαι ὁ τυφλὸς ἐν τῷ σκότει καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν
30γυναῖκα λήμψῃ καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν οἰκίαν οἰκοδομήσεις καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ ἀμπελῶνα φυτεύσεις καὶ οὐ τρυγήσεις αὐτόν
31ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου καὶ οὐ φάγῃ ἐξ αὐτοῦ ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ καὶ οὐκ ἀποδοθήσεταί σοι τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν
32οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά καὶ οὐκ ἰσχύσει ἡ χείρ σου
33τὰ ἐκφόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος ὃ οὐκ ἐπίστασαι καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας
34καὶ ἔσῃ παράπληκτος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου ἃ βλέψῃ
35πατάξαι σε κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας ὥστε μὴ δύνασθαί σε ἰαθῆναι ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου
36ἀπαγάγοι κύριός σε καὶ τοὺς ἄρχοντάς σου οὓς ἐὰν καταστήσῃς ἐπὶ σεαυτόν εἰς ἔθνος ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις ξύλοις καὶ λίθοις
37καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσιν τοῖς ἔθνεσιν εἰς οὓς ἂν ἀπαγάγῃ σε κύριος ἐκεῖ
38σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον καὶ ὀλίγα εἰσοίσεις ὅτι κατέδεται αὐτὰ ἡ ἀκρίς
39ἀμπελῶνα φυτεύσεις καὶ κατεργᾷ καὶ οἶνον οὐ πίεσαι οὐδὲ εὐφρανθήσῃ ἐξ αὐτοῦ ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ
40ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου καὶ ἔλαιον οὐ χρίσῃ ὅτι ἐκρυήσεται ἡ ἐλαία σου
41υἱοὺς καὶ θυγατέρας γεννήσεις καὶ οὐκ ἔσονταί σοι ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ
42πάντα τὰ ξύλινά σου καὶ τὰ γενήματα τῆς γῆς σου ἐξαναλώσει ἡ ἐρυσίβη
43ὁ προσήλυτος ὅς ἐστιν ἐν σοί ἀναβήσεται ἐπὶ σὲ ἄνω ἄνω σὺ δὲ καταβήσῃ κάτω κάτω
44οὗτος δανιεῖ σοι σὺ δὲ τούτῳ οὐ δανιεῖς οὗτος ἔσται κεφαλή σὺ δὲ ἔσῃ οὐρά
45καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταδιώξονταί σε καὶ καταλήμψονταί σε ἕως ἂν ἐξολεθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐνετείλατό σοι
46καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα καὶ ἐν τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος
47ἀνθ’ ὧν οὐκ ἐλάτρευσας κυρίῳ τῷ θεῷ σου ἐν εὐφροσύνῃ καὶ ἀγαθῇ καρδίᾳ διὰ τὸ πλῆθος πάντων
48καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου οὓς ἐπαποστελεῖ κύριος ἐπὶ σέ ἐν λιμῷ καὶ ἐν δίψει καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων καὶ ἐπιθήσει κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου ἕως ἂν ἐξολεθρεύσῃ σε
49ἐπάξει κύριος ἐπὶ σὲ ἔθνος μακρόθεν ἀπ’ ἐσχάτου τῆς γῆς ὡσεὶ ὅρμημα ἀετοῦ ἔθνος ὃ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ
50ἔθνος ἀναιδὲς προσώπῳ ὅστις οὐ θαυμάσει πρόσωπον πρεσβύτου καὶ νέον οὐκ ἐλεήσει
51καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου καὶ τὰ γενήματα τῆς γῆς σου ὥστε μὴ καταλιπεῖν σοι σῖτον οἶνον ἔλαιον τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου ἕως ἂν ἀπολέσῃ σε
52καὶ ἐκτρίψῃ σε ἐν πάσαις ταῖς πόλεσίν σου ἕως ἂν καθαιρεθῶσιν τὰ τείχη σου τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά ἐφ’ οἷς σὺ πέποιθας ἐπ’ αὐτοῖς ἐν πάσῃ τῇ γῇ σου καὶ θλίψει σε ἐν πάσαις ταῖς πόλεσίν σου αἷς ἔδωκέν σοι κύριος ὁ θεός σου
53καὶ φάγῃ τὰ ἔκγονα τῆς κοιλίας σου κρέα υἱῶν σου καὶ θυγατέρων σου ὅσα ἔδωκέν σοι κύριος ὁ θεός σου ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ θλίψει σε ὁ ἐχθρός σου
54ὁ ἁπαλὸς ἐν σοὶ καὶ ὁ τρυφερὸς σφόδρα βασκανεῖ τῷ ὀφθαλμῷ τὸν ἀδελφὸν καὶ τὴν γυναῖκα τὴν ἐν τῷ κόλπῳ αὐτοῦ καὶ τὰ καταλελειμμένα τέκνα ἃ ἂν καταλειφθῇ
55ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ ὧν ἂν κατέσθῃ διὰ τὸ μὴ καταλειφθῆναι αὐτῷ μηθὲν ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ ἂν θλίψωσίν σε οἱ ἐχθροί σου ἐν πάσαις ταῖς πόλεσίν σου
56καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερὰ σφόδρα ἧς οὐχὶ πεῖραν ἔλαβεν ὁ ποὺς αὐτῆς βαίνειν ἐπὶ τῆς γῆς διὰ τὴν τρυφερότητα καὶ διὰ τὴν ἁπαλότητα βασκανεῖ τῷ ὀφθαλμῷ αὐτῆς τὸν ἄνδρα αὐτῆς τὸν ἐν τῷ κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν καὶ τὴν θυγατέρα αὐτῆς
57καὶ τὸ χόριον αὐτῆς τὸ ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον ὃ ἂν τέκῃ καταφάγεται γὰρ αὐτὰ διὰ τὴν ἔνδειαν πάντων κρυφῇ ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου ᾗ θλίψει σε ὁ ἐχθρός σου ἐν πάσαις ταῖς πόλεσίν σου
58ἐὰν μὴ εἰσακούσητε ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον καὶ τὸ θαυμαστὸν τοῦτο κύριον τὸν θεόν σου
59καὶ παραδοξάσει κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου πληγὰς μεγάλας καὶ θαυμαστάς καὶ νόσους πονηρὰς καὶ πιστὰς
60καὶ ἐπιστρέψει ἐπὶ σὲ πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηράν ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν καὶ κολληθήσονται ἐν σοί
61καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει κύριος ἐπὶ σέ ἕως ἂν ἐξολεθρεύσῃ σε
62καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ ἀνθ’ ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει ὅτι οὐκ εἰσηκούσατε τῆς φωνῆς κυρίου τοῦ θεοῦ ὑμῶν
63καὶ ἔσται ὃν τρόπον εὐφράνθη κύριος ἐφ’ ὑμῖν εὖ ποιῆσαι ὑμᾶς καὶ πληθῦναι ὑμᾶς οὕτως εὐφρανθήσεται κύριος ἐφ’ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς καὶ ἐξαρθήσεσθε ἀπὸ τῆς γῆς εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν
64καὶ διασπερεῖ σε κύριος ὁ θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις ξύλοις καὶ λίθοις οὓς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου
65ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε οὐδ’ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου καὶ δώσει σοι κύριος ἐκεῖ καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν
66καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου
67τὸ πρωὶ ἐρεῖς πῶς ἂν γένοιτο ἑσπέρα καὶ τὸ ἑσπέρας ἐρεῖς πῶς ἂν γένοιτο πρωί ἀπὸ τοῦ φόβου τῆς καρδίας σου ἃ φοβηθήσῃ καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου ὧν ὄψῃ
68καὶ ἀποστρέψει σε κύριος εἰς Αἴγυπτον ἐν πλοίοις καὶ ἐν τῇ ὁδῷ ᾗ εἶπα οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτήν καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας καὶ οὐκ ἔσται ὁ κτώμενος
69οὗτοι οἱ λόγοι τῆς διαθήκης οὓς ἐνετείλατο κύριος Μωυσῇ στῆσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Μωαβ πλὴν τῆς διαθήκης ἧς διέθετο αὐτοῖς ἐν Χωρηβ