Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
BibbiaEDU-logo

AT greco - Antico Testamento - Pentateuco - Deuteronomio - 9

Deuteronomio

9 1ἄκουε Ισραηλ σὺ διαβαίνεις σήμερον τὸν Ιορδάνην εἰσελθεῖν κληρονομῆσαι ἔθνη μεγάλα καὶ ἰσχυρότερα μᾶλλον ἢ ὑμεῖς πόλεις μεγάλας καὶ τειχήρεις ἕως τοῦ οὐρανοῦ
2λαὸν μέγαν καὶ πολὺν καὶ εὐμήκη υἱοὺς Ενακ οὓς σὺ οἶσθα καὶ σὺ ἀκήκοας τίς ἀντιστήσεται κατὰ πρόσωπον υἱῶν Ενακ
3καὶ γνώσῃ σήμερον ὅτι κύριος ὁ θεός σου οὗτος προπορεύεται πρὸ προσώπου σου πῦρ καταναλίσκον ἐστίν οὗτος ἐξολεθρεύσει αὐτούς καὶ οὗτος ἀποστρέψει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἀπολεῖς αὐτούς καθάπερ εἶπέν σοι κύριος
4μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι κύριον τὸν θεόν σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου λέγων διὰ τὰς δικαιοσύνας μου εἰσήγαγέν με κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς πρὸ προσώπου σου
5οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ
6καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου κύριος ὁ θεός σου δίδωσίν σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι ὅτι λαὸς σκληροτράχηλος εἶ
7μνήσθητι μὴ ἐπιλάθῃ ὅσα παρώξυνας κύριον τὸν θεόν σου ἐν τῇ ἐρήμῳ ἀφ’ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου ἕως ἤλθετε εἰς τὸν τόπον τοῦτον ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς κύριον
8καὶ ἐν Χωρηβ παρωξύνατε κύριον καὶ ἐθυμώθη κύριος ἐφ’ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς
9ἀναβαίνοντός μου εἰς τὸ ὄρος λαβεῖν τὰς πλάκας τὰς λιθίνας πλάκας διαθήκης ἃς διέθετο κύριος πρὸς ὑμᾶς καὶ κατεγινόμην ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον
10καὶ ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας γεγραμμένας ἐν τῷ δακτύλῳ τοῦ θεοῦ καὶ ἐπ’ αὐταῖς ἐγέγραπτο πάντες οἱ λόγοι οὓς ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἡμέρᾳ ἐκκλησίας
11καὶ ἐγένετο διὰ τεσσαράκοντα ἡμερῶν καὶ τεσσαράκοντα νυκτῶν ἔδωκεν κύριος ἐμοὶ τὰς δύο πλάκας τὰς λιθίνας πλάκας διαθήκης
12καὶ εἶπεν κύριος πρός με ἀνάστηθι κατάβηθι τὸ τάχος ἐντεῦθεν ὅτι ἠνόμησεν ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς ἐποίησαν ἑαυτοῖς χώνευμα
13καὶ εἶπεν κύριος πρός με λελάληκα πρὸς σὲ ἅπαξ καὶ δὶς λέγων ἑώρακα τὸν λαὸν τοῦτον καὶ ἰδοὺ λαὸς σκληροτράχηλός ἐστιν
14ἔασόν με ἐξολεθρεῦσαι αὐτούς καὶ ἐξαλείψω τὸ ὄνομα αὐτῶν ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα καὶ ἰσχυρὸν καὶ πολὺ μᾶλλον ἢ τοῦτο
15καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους καὶ τὸ ὄρος ἐκαίετο πυρί καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς δυσὶ χερσίν μου
16καὶ ἰδὼν ὅτι ἡμάρτετε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ ἐποιήσατε ὑμῖν ἑαυτοῖς χωνευτὸν καὶ παρέβητε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετείλατο ὑμῖν κύριος
17καὶ ἐπιλαβόμενος τῶν δύο πλακῶν ἔρριψα αὐτὰς ἀπὸ τῶν δύο χειρῶν μου καὶ συνέτριψα ἐναντίον ὑμῶν
18καὶ ἐδεήθην ἐναντίον κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ὧν ἡμάρτετε ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν παροξῦναι αὐτόν
19καὶ ἔκφοβός εἰμι διὰ τὴν ὀργὴν καὶ τὸν θυμόν ὅτι παρωξύνθη κύριος ἐφ’ ὑμῖν ἐξολεθρεῦσαι ὑμᾶς καὶ εἰσήκουσεν κύριος ἐμοῦ καὶ ἐν τῷ καιρῷ τούτῳ
20καὶ ἐπὶ Ααρων ἐθυμώθη κύριος σφόδρα ἐξολεθρεῦσαι αὐτόν καὶ ηὐξάμην καὶ περὶ Ααρων ἐν τῷ καιρῷ ἐκείνῳ
21καὶ τὴν ἁμαρτίαν ὑμῶν ἣν ἐποιήσατε τὸν μόσχον ἔλαβον αὐτὸν καὶ κατέκαυσα αὐτὸν ἐν πυρὶ καὶ συνέκοψα αὐτὸν καταλέσας σφόδρα ἕως οὗ ἐγένετο λεπτόν καὶ ἐγενήθη ὡσεὶ κονιορτός καὶ ἔρριψα τὸν κονιορτὸν εἰς τὸν χειμάρρουν τὸν καταβαίνοντα ἐκ τοῦ ὄρους
22καὶ ἐν τῷ Ἐμπυρισμῷ καὶ ἐν τῷ Πειρασμῷ καὶ ἐν τοῖς Μνήμασιν τῆς ἐπιθυμίας παροξύνοντες ἦτε κύριον τὸν θεὸν ὑμῶν
23καὶ ὅτε ἐξαπέστειλεν κύριος ὑμᾶς ἐκ Καδης Βαρνη λέγων ἀνάβητε καὶ κληρονομήσατε τὴν γῆν ἣν δίδωμι ὑμῖν καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν καὶ οὐκ ἐπιστεύσατε αὐτῷ καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς αὐτοῦ
24ἀπειθοῦντες ἦτε τὰ πρὸς κύριον ἀπὸ τῆς ἡμέρας ἧς ἐγνώσθη ὑμῖν
25καὶ ἐδεήθην ἐναντίον κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ὅσας ἐδεήθην εἶπεν γὰρ κύριος ἐξολεθρεῦσαι ὑμᾶς
26καὶ εὐξάμην πρὸς τὸν θεὸν καὶ εἶπα κύριε κύριε βασιλεῦ τῶν θεῶν μὴ ἐξολεθρεύσῃς τὸν λαόν σου καὶ τὴν μερίδα σου ἣν ἐλυτρώσω ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῇ χειρί σου τῇ κραταιᾷ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ
27μνήσθητι Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν θεραπόντων σου οἷς ὤμοσας κατὰ σεαυτοῦ μὴ ἐπιβλέψῃς ἐπὶ τὴν σκληρότητα τοῦ λαοῦ τούτου καὶ τὰ ἀσεβήματα καὶ τὰ ἁμαρτήματα αὐτῶν
28μὴ εἴπωσιν οἱ κατοικοῦντες τὴν γῆν ὅθεν ἐξήγαγες ἡμᾶς ἐκεῖθεν λέγοντες παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγεῖν αὐτοὺς εἰς τὴν γῆν ἣν εἶπεν αὐτοῖς καὶ παρὰ τὸ μισῆσαι αὐτοὺς ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ
29καὶ οὗτοι λαός σου καὶ κλῆρός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ