Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
BibbiaEDU-logo

AT greco - Antico Testamento - Pentateuco - Esodo - 9

Esodo

9 1εἶπεν δὲ κύριος πρὸς Μωυσῆν εἴσελθε πρὸς Φαραω καὶ ἐρεῖς αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν
2εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου ἀλλ’ ἔτι ἐγκρατεῖς αὐτοῦ
3ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοῖς κτήνεσίν σου τοῖς ἐν τοῖς πεδίοις ἔν τε τοῖς ἵπποις καὶ ἐν τοῖς ὑποζυγίοις καὶ ταῖς καμήλοις καὶ βουσὶν καὶ προβάτοις θάνατος μέγας σφόδρα
4καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ μέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ Ισραηλ υἱῶν ῥητόν
5καὶ ἔδωκεν ὁ θεὸς ὅρον λέγων ἐν τῇ αὔριον ποιήσει κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς γῆς
6καὶ ἐποίησεν κύριος τὸ ῥῆμα τοῦτο τῇ ἐπαύριον καὶ ἐτελεύτησεν πάντα τὰ κτήνη τῶν Αἰγυπτίων ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐκ ἐτελεύτησεν οὐδέν
7ἰδὼν δὲ Φαραω ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐδέν ἐβαρύνθη ἡ καρδία Φαραω καὶ οὐκ ἐξαπέστειλεν τὸν λαόν
8εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων λάβετε ὑμεῖς πλήρεις τὰς χεῖρας αἰθάλης καμιναίας καὶ πασάτω Μωυσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ
9καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου καὶ ἔσται ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ τετράποδα ἕλκη φλυκτίδες ἀναζέουσαι ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν πάσῃ γῇ Αἰγύπτου
10καὶ ἔλαβεν τὴν αἰθάλην τῆς καμιναίας ἐναντίον Φαραω καὶ ἔπασεν αὐτὴν Μωυσῆς εἰς τὸν οὐρανόν καὶ ἐγένετο ἕλκη φλυκτίδες ἀναζέουσαι ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν
11καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωυσῆ διὰ τὰ ἕλκη ἐγένετο γὰρ τὰ ἕλκη ἐν τοῖς φαρμακοῖς καὶ ἐν πάσῃ γῇ Αἰγύπτου
12ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθὰ συνέταξεν κύριος
13εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ὄρθρισον τὸ πρωὶ καὶ στῆθι ἐναντίον Φαραω καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι
14ἐν τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέλλω πάντα τὰ συναντήματά μου εἰς τὴν καρδίαν σου καὶ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου ἵν’ εἰδῇς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἄλλος ἐν πάσῃ τῇ γῇ
15νῦν γὰρ ἀποστείλας τὴν χεῖρα πατάξω σε καὶ τὸν λαόν σου θανάτῳ καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς
16καὶ ἕνεκεν τούτου διετηρήθης ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ
17ἔτι οὖν σὺ ἐμποιῇ τοῦ λαοῦ μου τοῦ μὴ ἐξαποστεῖλαι αὐτούς
18ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ’ ἧς ἡμέρας ἔκτισται ἕως τῆς ἡμέρας ταύτης
19νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη ὅσα ἂν εὑρεθῇ ἐν τῷ πεδίῳ καὶ μὴ εἰσέλθῃ εἰς οἰκίαν πέσῃ δὲ ἐπ’ αὐτὰ ἡ χάλαζα τελευτήσει
20ὁ φοβούμενος τὸ ῥῆμα κυρίου τῶν θεραπόντων Φαραω συνήγαγεν τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους
21ὃς δὲ μὴ προσέσχεν τῇ διανοίᾳ εἰς τὸ ῥῆμα κυρίου ἀφῆκεν τὰ κτήνη ἐν τοῖς πεδίοις
22εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου ἐπί τε τοὺς ἀνθρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πᾶσαν βοτάνην τὴν ἐπὶ τῆς γῆς
23ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν καὶ κύριος ἔδωκεν φωνὰς καὶ χάλαζαν καὶ διέτρεχεν τὸ πῦρ ἐπὶ τῆς γῆς καὶ ἔβρεξεν κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου
24ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ ἡ δὲ χάλαζα πολλὴ σφόδρα σφόδρα ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ’ οὗ γεγένηται ἐπ’ αὐτῆς ἔθνος
25ἐπάταξεν δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ χάλαζα καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα
26πλὴν ἐν γῇ Γεσεμ οὗ ἦσαν οἱ υἱοὶ Ισραηλ οὐκ ἐγένετο ἡ χάλαζα
27ἀποστείλας δὲ Φαραω ἐκάλεσεν Μωυσῆν καὶ Ααρων καὶ εἶπεν αὐτοῖς ἡμάρτηκα τὸ νῦν ὁ κύριος δίκαιος ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβεῖς
28εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς κύριον καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς θεοῦ καὶ χάλαζαν καὶ πῦρ καὶ ἐξαποστελῶ ὑμᾶς καὶ οὐκέτι προσθήσεσθε μένειν
29εἶπεν δὲ αὐτῷ Μωυσῆς ὡς ἂν ἐξέλθω τὴν πόλιν ἐκπετάσω τὰς χεῖράς μου πρὸς κύριον καὶ αἱ φωναὶ παύσονται καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι ἵνα γνῷς ὅτι τοῦ κυρίου ἡ γῆ
30καὶ σὺ καὶ οἱ θεράποντές σου ἐπίσταμαι ὅτι οὐδέπω πεφόβησθε τὸν κύριον
31τὸ δὲ λίνον καὶ ἡ κριθὴ ἐπλήγη ἡ γὰρ κριθὴ παρεστηκυῖα τὸ δὲ λίνον σπερματίζον
32ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπλήγη ὄψιμα γὰρ ἦν
33ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω ἐκτὸς τῆς πόλεως καὶ ἐξεπέτασεν τὰς χεῖρας πρὸς κύριον καὶ αἱ φωναὶ ἐπαύσαντο καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσταξεν ἔτι ἐπὶ τὴν γῆν
34ἰδὼν δὲ Φαραω ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναί προσέθετο τοῦ ἁμαρτάνειν καὶ ἐβάρυνεν αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ
35καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ καθάπερ ἐλάλησεν κύριος τῷ Μωυσῇ