Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Profetici - Ezechiele - 15

Ezechiele

15 1καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
2καὶ σύ υἱὲ ἀνθρώπου τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν κλημάτων τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ
3εἰ λήμψονται ἐξ αὐτῆς ξύλον τοῦ ποιῆσαι εἰς ἐργασίαν εἰ λήμψονται ἐξ αὐτῆς πάσσαλον τοῦ κρεμάσαι ἐπ’ αὐτὸν πᾶν σκεῦος
4πάρεξ πυρὶ δέδοται εἰς ἀνάλωσιν τὴν κατ’ ἐνιαυτὸν κάθαρσιν ἀπ’ αὐτῆς ἀναλίσκει τὸ πῦρ καὶ ἐκλείπει εἰς τέλος μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν
5οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος εἰ ἔσται ἔτι εἰς ἐργασίαν
6διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ ὃ δέδωκα αὐτὸ τῷ πυρὶ εἰς ἀνάλωσιν οὕτως δέδωκα τοὺς κατοικοῦντας Ιερουσαλημ
7καὶ δώσω τὸ πρόσωπόν μου ἐπ’ αὐτούς ἐκ τοῦ πυρὸς ἐξελεύσονται καὶ πῦρ αὐτοὺς καταφάγεται καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος ἐν τῷ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ’ αὐτούς
8καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν ἀνθ’ ὧν παρέπεσον παραπτώματι λέγει κύριος