Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - Giudici A (Codice Alessandrino) - 11

Giudici A (Codice Alessandrino)

11 1καὶ Ιεφθαε ὁ Γαλααδίτης δυνατὸς ἐν ἰσχύι καὶ αὐτὸς ἦν υἱὸς γυναικὸς πόρνης καὶ ἔτεκεν τῷ Γαλααδ τὸν Ιεφθαε
2καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτῷ υἱούς καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἶπον αὐτῷ οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν ὅτι γυναικὸς υἱὸς ἑταίρας εἶ σύ
3καὶ ἀπέδρα Ιεφθαε ἐκ προσώπου τῶν ἀδελφῶν αὐτοῦ καὶ κατῴκησεν ἐν γῇ Τωβ καὶ συνελέγοντο πρὸς τὸν Ιεφθαε ἄνδρες λιτοὶ καὶ συνεξεπορεύοντο μετ’ αὐτοῦ
4καὶ ἐγένετο μεθ’ ἡμέρας καὶ ἐπολέμησαν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ
5καὶ ἐγενήθη ἡνίκα ἐπολέμουν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ παραλαβεῖν τὸν Ιεφθαε ἐν γῇ Τωβ
6καὶ εἶπαν πρὸς Ιεφθαε δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἡγούμενον καὶ πολεμήσωμεν ἐν τοῖς υἱοῖς Αμμων
7καὶ εἶπεν Ιεφθαε τοῖς πρεσβυτέροις Γαλααδ οὐχ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ’ ὑμῶν καὶ τί ὅτι ἤλθατε πρός με ἡνίκα ἐθλίβητε
8καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε οὐχ οὕτως νῦν ἤλθομεν πρὸς σέ καὶ συμπορεύσῃ ἡμῖν καὶ πολεμήσομεν ἐν τοῖς υἱοῖς Αμμων καὶ ἔσῃ ἡμῖν εἰς κεφαλήν πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ
9καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ εἰ ἐπιστρέφετέ με ὑμεῖς πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ ἐγὼ ὑμῖν ἔσομαι εἰς κεφαλήν
10καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε κύριος ἔσται ὁ ἀκούων ἀνὰ μέσον ἡμῶν εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν
11καὶ ἐπορεύθη Ιεφθαε μετὰ τῶν πρεσβυτέρων Γαλααδ καὶ κατέστησαν αὐτὸν ἐπ’ αὐτῶν εἰς κεφαλὴν εἰς ἡγούμενον καὶ ἐλάλησεν Ιεφθαε πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον κυρίου ἐν Μασσηφα
12καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἥκεις πρός με σὺ πολεμῆσαί με ἐν τῇ γῇ μου
13καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε διότι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῇ ἀναβάσει αὐτοῦ ἐξ Αἰγύπτου ἀπὸ Αρνων ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου καὶ νῦν ἐπίστρεψον αὐτὰς μετ’ εἰρήνης
14καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ιεφθαε καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς τὸν βασιλέα υἱῶν Αμμων
15λέγων τάδε λέγει Ιεφθαε οὐκ ἔλαβεν Ισραηλ τὴν γῆν Μωαβ καὶ τὴν γῆν υἱῶν Αμμων
16ἐν τῇ ἀναβάσει αὐτῶν ἐξ Αἰγύπτου ἀλλ’ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης ἐρυθρᾶς καὶ ἦλθεν ἕως Καδης
17καὶ ἐξαπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων παρελεύσομαι διὰ τῆς γῆς σου καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ καί γε πρὸς βασιλέα Μωαβ ἀπέστειλεν καὶ οὐκ ἠθέλησεν καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης
18καὶ διῆλθεν ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Εδωμ καὶ τὴν γῆν Μωαβ καὶ παρεγένετο κατ’ ἀνατολὰς ἡλίου τῆς γῆς Μωαβ καὶ παρενέβαλον ἐν τῷ πέραν Αρνων καὶ οὐκ εἰσῆλθον εἰς τὸ ὅριον Μωαβ ὅτι Αρνων ἦν ὅριον Μωαβ
19καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ εἶπεν αὐτῷ Ισραηλ παρελεύσομαι διὰ τῆς γῆς σου ἕως τοῦ τόπου μου
20καὶ οὐκ ἠθέλησεν Σηων διελθεῖν τὸν Ισραηλ διὰ τῶν ὁρίων αὐτοῦ καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ παρενέβαλεν εἰς Ιασσα καὶ ἐπολέμησεν μετὰ Ισραηλ
21καὶ παρέδωκεν κύριος ὁ θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ισραηλ καὶ ἐπάταξεν αὐτούς καὶ ἐκληρονόμησεν Ισραηλ πᾶσαν τὴν γῆν τοῦ Αμορραίου τοῦ κατοικοῦντος ἐν τῇ γῇ
22καὶ ἐκληρονόμησεν πᾶν τὸ ὅριον τοῦ Αμορραίου ἀπὸ Αρνων καὶ ἕως τοῦ Ιαβοκ καὶ ἀπὸ τῆς ἐρήμου καὶ ἕως τοῦ Ιορδάνου
23καὶ νῦν κύριος ὁ θεὸς Ισραηλ ἐξῆρεν τὸν Αμορραῖον ἐκ προσώπου τοῦ λαοῦ αὐτοῦ Ισραηλ καὶ σὺ κληρονομήσεις αὐτὸν ἐπὶ σοῦ
24οὐχὶ ὅσα κατεκληρονόμησέν σοι Χαμως ὁ θεός σου αὐτὰ κληρονομήσεις καὶ πάντα ὅσα κατεκληρονόμησεν κύριος ὁ θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν αὐτὰ κληρονομήσομεν
25καὶ νῦν μὴ κρείσσων εἶ σὺ τοῦ Βαλακ υἱοῦ Σεπφωρ βασιλέως Μωαβ μὴ μάχῃ ἐμαχέσατο μετὰ Ισραηλ ἢ πολεμῶν ἐπολέμησεν αὐτοῖς
26ἐν τῷ οἴκῳ Ισραηλ ἐν Εσεβων καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν Ιαζηρ καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη τί ὅτι οὐκ ἐρρύσαντο αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ
27καὶ ἐγὼ οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιεῖς μετ’ ἐμοῦ πονηρίαν τοῦ πολεμῆσαι ἐν ἐμοί κρίναι κύριος ὁ κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων
28καὶ οὐκ εἰσήκουσεν βασιλεὺς υἱῶν Αμμων καὶ οὐκ εἰσήκουσεν τῶν λόγων Ιεφθαε ὧν ἀπέστειλεν πρὸς αὐτόν
29καὶ ἐγενήθη ἐπὶ Ιεφθαε πνεῦμα κυρίου καὶ διέβη τὴν γῆν Γαλααδ καὶ τὸν Μανασση καὶ διέβη τὴν σκοπιὰν Γαλααδ καὶ ἀπὸ σκοπιᾶς Γαλααδ εἰς τὸ πέραν υἱῶν Αμμων
30καὶ ηὔξατο Ιεφθαε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν ἐὰν παραδώσει παραδῷς μοι τοὺς υἱοὺς Αμμων ἐν χειρί μου
31καὶ ἔσται ὃς ἂν ἐξέλθῃ ἐκ τῶν θυρῶν τοῦ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τῷ ἐπιστρέψαι με ἐν εἰρήνῃ ἀπὸ τῶν υἱῶν Αμμων καὶ ἔσται τῷ κυρίῳ καὶ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα
32καὶ διέβη Ιεφθαε πρὸς τοὺς υἱοὺς Αμμων τοῦ πολεμῆσαι πρὸς αὐτούς καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ
33καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ καὶ ἕως τοῦ ἐλθεῖν εἰς Σεμωιθ εἴκοσι πόλεις ἕως Αβελ ἀμπελώνων πληγὴν μεγάλην σφόδρα καὶ ἐνετράπησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱῶν Ισραηλ
34καὶ ἦλθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἶκον αὐτοῦ καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτοῦ ἐν τυμπάνοις καὶ χοροῖς καὶ αὕτη μονογενὴς αὐτῷ ἀγαπητή καὶ οὐκ ἔστιν αὐτῷ πλὴν αὐτῆς υἱὸς ἢ θυγάτηρ
35καὶ ἐγενήθη ἡνίκα εἶδεν αὐτήν καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν οἴμμοι θύγατέρ μου ἐμπεποδοστάτηκάς με εἰς σκῶλον ἐγένου ἐν ὀφθαλμοῖς μου ἐγὼ δὲ ἤνοιξα τὸ στόμα μου περὶ σοῦ πρὸς κύριον καὶ οὐ δυνήσομαι ἀποστρέψαι
36καὶ εἶπεν πρὸς αὐτόν πάτερ μου εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου ἀνθ’ ὧν ἐποίησέν σοι κύριος ἐκδικήσεις ἐκ τῶν ἐχθρῶν σου ἐκ τῶν υἱῶν Αμμων
37καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ποίησόν μοι τὸ ῥῆμα τοῦτο ἔασόν με δύο μῆνας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου καὶ ἐγὼ καὶ αἱ συνεταιρίδες μου
38καὶ εἶπεν πορεύου καὶ ἐξαπέστειλεν αὐτὴν δύο μῆνας καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη
39καὶ ἐγένετο μετὰ τέλος δύο μηνῶν καὶ ἀνέκαμψεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ἐπετέλεσεν Ιεφθαε τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγενήθη εἰς πρόσταγμα ἐν Ισραηλ
40ἐξ ἡμερῶν εἰς ἡμέρας συνεπορεύοντο αἱ θυγατέρες Ισραηλ θρηνεῖν τὴν θυγατέρα Ιεφθαε τοῦ Γαλααδίτου τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ