Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - Giudici A (Codice Alessandrino) - 18

Giudici A (Codice Alessandrino)

18 1ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἐζήτει ἡ φυλὴ τοῦ Δαν ἑαυτῇ κληρονομίαν τοῦ κατοικεῖν ὅτι οὐκ ἔπεσεν αὐτῇ ἕως τῶν ἡμερῶν ἐκείνων ἐν μέσῳ φυλῶν Ισραηλ κληρονομία
2καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Δαν ἐκ τῶν συγγενειῶν αὐτῶν πέντε ἄνδρας ἀπὸ μέρους αὐτῶν υἱοὺς δυνάμεως ἐκ Σαραα καὶ Εσθαολ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς πορεύεσθε καὶ ἐξεραυνήσατε τὴν γῆν καὶ παρεγένοντο εἰς ὄρος Εφραιμ ἕως οἴκου Μιχα καὶ κατέπαυσαν ἐκεῖ
3αὐτῶν ὄντων παρὰ τῷ οἴκῳ Μιχα καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ παιδαρίου τοῦ νεωτέρου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ τίς ἤγαγέν σε ὧδε καὶ τί ποιεῖς ἐνταῦθα καὶ τί σοί ἐστιν ὧδε
4καὶ εἶπεν πρὸς αὐτούς οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχα καὶ ἐμισθώσατό με καὶ ἐγενήθην αὐτῷ εἰς ἱερέα
5καὶ εἶπαν αὐτῷ ἐπερώτησον δὴ ἐν τῷ θεῷ καὶ γνωσόμεθα εἰ κατευοδοῖ ἡ ὁδὸς ἡμῶν ἣν ἡμεῖς πορευόμεθα ἐπ’ αὐτήν
6καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς πορεύεσθε εἰς εἰρήνην ἐνώπιον κυρίου ἡ ὁδὸς ὑμῶν καθ’ ἣν ὑμεῖς πορεύεσθε ἐν αὐτῇ
7καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ παρεγένοντο εἰς Λαισα καὶ εἶδον τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ καθήμενον ἐν ἐλπίδι κατὰ τὴν σύγκρισιν τῶν Σιδωνίων ἡσυχάζοντας ἐν ἐλπίδι καὶ μὴ δυναμένους λαλῆσαι ῥῆμα ὅτι μακράν εἰσιν ἀπὸ Σιδῶνος καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας
8καὶ παρεγένοντο οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραα καὶ Εσθαολ καὶ ἔλεγον αὐτοῖς οἱ ἀδελφοὶ αὐτῶν τί ὑμεῖς κάθησθε
9καὶ εἶπαν ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτούς ὅτι εἰσήλθαμεν καὶ ἐνεπεριεπατήσαμεν ἐν τῇ γῇ ἕως Λαισα καὶ εἴδομεν τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ ἐν ἐλπίδι κατὰ τὸ σύγκριμα τῶν Σιδωνίων καὶ μακρὰν ἀπέχοντες ἐκ Σιδῶνος καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας ἀλλὰ ἀνάστητε καὶ ἀναβῶμεν ἐπ’ αὐτούς ὅτι εὑρήκαμεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα καὶ ὑμεῖς σιωπᾶτε μὴ ὀκνήσητε τοῦ πορευθῆναι τοῦ ἐλθεῖν καὶ κατακληρονομῆσαι τὴν γῆν
10ἡνίκα ἂν εἰσέλθητε ἥξετε πρὸς λαὸν πεποιθότα καὶ ἡ γῆ εὐρύχωρος ὅτι παρέδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν τόπος οὗ οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος ὅσα ἐν τῇ γῇ
11καὶ ἀπῆραν ἐκ συγγενείας τοῦ Δαν ἐκ Σαραα καὶ Εσθαολ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικά
12καὶ ἀνέβησαν καὶ παρενεβάλοσαν ἐν Καριαθιαριμ ἐν Ιουδα διὰ τοῦτο ἐκλήθη τῷ τόπῳ ἐκείνῳ Παρεμβολὴ Δαν ἕως τῆς ἡμέρας ταύτης ἰδοὺ κατόπισθεν Καριαθιαριμ
13παρῆλθαν ἐκεῖθεν καὶ ἦλθαν ἕως τοῦ ὄρους Εφραιμ καὶ ἦλθον ἕως οἴκου Μιχα
14καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰ οἴδατε ὅτι ἐν τοῖς οἴκοις τούτοις εφουδ καὶ θεραφιν καὶ γλυπτὸν καὶ χωνευτόν καὶ νῦν γνῶτε τί ποιήσετε
15καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσήλθοσαν εἰς τὸν οἶκον τοῦ παιδαρίου τοῦ Λευίτου εἰς τὸν οἶκον Μιχα καὶ ἠσπάσαντο αὐτόν
16καὶ οἱ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικὰ ἐστηλωμένοι παρὰ τὴν θύραν τοῦ πυλῶνος οἱ ἐκ τῶν υἱῶν Δαν
17καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν ἐπελθόντες ἐκεῖ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν καὶ ὁ ἱερεὺς ἐστηλωμένος παρὰ τῇ θύρᾳ τοῦ πυλῶνος καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ περιεζωσμένοι σκεύη πολεμικά
18καὶ οὗτοι εἰσῆλθον εἰς οἶκον Μιχα καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ χωνευτόν καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς τί ὑμεῖς ποιεῖτε
19καὶ εἶπαν πρὸς αὐτόν κώφευσον ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ ἐλθὲ μεθ’ ἡμῶν καὶ ἔσῃ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα μὴ βέλτιον εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γίνεσθαί σε ἱερέα φυλῆς καὶ συγγενείας ἐν Ισραηλ
20καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως καὶ ἔλαβεν τὸ εφουδ καὶ τὸ θεραφιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ εἰσῆλθεν ἐν μέσῳ τοῦ λαοῦ
21καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν καὶ ἔταξαν τὴν πανοικίαν καὶ τὴν κτῆσιν αὐτοῦ τὴν ἔνδοξον ἔμπροσθεν αὐτῶν
22αὐτῶν δὲ μεμακρυγκότων ἀπὸ τοῦ οἴκου Μιχα καὶ ἰδοὺ Μιχα καὶ οἱ ἄνδρες οἱ σὺν τῷ οἴκῳ μετὰ Μιχα ἔκραζον κατοπίσω υἱῶν Δαν
23καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δαν τὰ πρόσωπα αὐτῶν καὶ εἶπαν πρὸς Μιχα τί ἐστίν σοι ὅτι ἔκραξας
24καὶ εἶπεν Μιχα ὅτι τὸ γλυπτόν μου ὃ ἐποίησα ἐμαυτῷ ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλθατε καὶ τί ἐμοὶ ἔτι καὶ τί τοῦτο λέγετέ μοι τί τοῦτο κράζεις
25καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν μὴ ἀκουσθήτω δὴ ἡ φωνή σου μεθ’ ἡμῶν μήποτε ἀπαντήσωσιν ὑμῖν ἄνδρες κατώδυνοι ψυχῇ καὶ προσθήσεις τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου
26καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δαν εἰς τὴν ὁδὸν αὐτῶν καὶ εἶδεν Μιχα ὅτι ἰσχυρότεροί εἰσιν αὐτοῦ καὶ ἐξένευσεν καὶ ἀνέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ
27καὶ αὐτοὶ ἔλαβον ὅσα ἐποίησεν Μιχα καὶ τὸν ἱερέα ὃς ἦν αὐτῷ καὶ ἦλθον ἕως Λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν
28καὶ οὐκ ἔστιν ἐξαιρούμενος ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπων καὶ αὐτὴ ἐν κοιλάδι ἥ ἐστιν τοῦ οἴκου Ροωβ καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατῴκησαν ἐν αὐτῇ
29καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δαν κατὰ τὸ ὄνομα τοῦ πατρὸς αὐτῶν ὃς ἐγενήθη τῷ Ισραηλ καὶ ἦν Λαις ὄνομα τῇ πόλει τὸ πρότερον
30καὶ ἀνέστησαν ἑαυτοῖς οἱ υἱοὶ τοῦ Δαν τὸ γλυπτὸν Μιχα καὶ Ιωναθαν υἱὸς Γηρσωμ υἱοῦ Μωυσῆ αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δαν ἕως τῆς ἡμέρας τῆς μετοικεσίας τῆς γῆς
31καὶ ἔταξαν ἑαυτοῖς τὸ γλυπτὸν Μιχα ὃ ἐποίησεν πάσας τὰς ἡμέρας ὅσας ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν Σηλω