Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Pentateuco - Genesi - 46

Genesi

46 1ἀπάρας δὲ Ισραηλ αὐτὸς καὶ πάντα τὰ αὐτοῦ ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσεν θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ισαακ
2εἶπεν δὲ ὁ θεὸς Ισραηλ ἐν ὁράματι τῆς νυκτὸς εἴπας Ιακωβ Ιακωβ ὁ δὲ εἶπεν τί ἐστιν
3λέγων ἐγώ εἰμι ὁ θεὸς τῶν πατέρων σου μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ
4καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος καὶ Ιωσηφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου
5ἀνέστη δὲ Ιακωβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἀνέλαβον οἱ υἱοὶ Ισραηλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ιωσηφ ἆραι αὐτόν
6καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν ἣν ἐκτήσαντο ἐν γῇ Χανααν εἰσῆλθον εἰς Αἴγυπτον Ιακωβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ’ αὐτοῦ
7υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ θυγατέρες καὶ θυγατέρες τῶν υἱῶν αὐτοῦ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον
8ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ πρωτότοκος Ιακωβ Ρουβην
9υἱοὶ δὲ Ρουβην Ενωχ καὶ Φαλλους Ασρων καὶ Χαρμι
10υἱοὶ δὲ Συμεων Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ υἱὸς τῆς Χανανίτιδος
11υἱοὶ δὲ Λευι Γηρσων Κααθ καὶ Μεραρι
12υἱοὶ δὲ Ιουδα Ηρ καὶ Αυναν καὶ Σηλωμ καὶ Φαρες καὶ Ζαρα ἀπέθανεν δὲ Ηρ καὶ Αυναν ἐν γῇ Χανααν ἐγένοντο δὲ υἱοὶ Φαρες Ασρων καὶ Ιεμουηλ
13υἱοὶ δὲ Ισσαχαρ Θωλα καὶ Φουα καὶ Ιασουβ καὶ Ζαμβραμ
14υἱοὶ δὲ Ζαβουλων Σερεδ καὶ Αλλων καὶ Αλοηλ
15οὗτοι υἱοὶ Λειας οὓς ἔτεκεν τῷ Ιακωβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας καὶ Διναν τὴν θυγατέρα αὐτοῦ πᾶσαι αἱ ψυχαί υἱοὶ καὶ θυγατέρες τριάκοντα τρεῖς
16υἱοὶ δὲ Γαδ Σαφων καὶ Αγγις καὶ Σαυνις καὶ Θασοβαν καὶ Αηδις καὶ Αροηδις καὶ Αροηλις
17υἱοὶ δὲ Ασηρ Ιεμνα καὶ Ιεσουα καὶ Ιεουλ καὶ Βαρια καὶ Σαρα ἀδελφὴ αὐτῶν υἱοὶ δὲ Βαρια Χοβορ καὶ Μελχιηλ
18οὗτοι υἱοὶ Ζελφας ἣν ἔδωκεν Λαβαν Λεια τῇ θυγατρὶ αὐτοῦ ἣ ἔτεκεν τούτους τῷ Ιακωβ δέκα ἓξ ψυχάς
19υἱοὶ δὲ Ραχηλ γυναικὸς Ιακωβ Ιωσηφ καὶ Βενιαμιν
20ἐγένοντο δὲ υἱοὶ Ιωσηφ ἐν γῇ Αἰγύπτῳ οὓς ἔτεκεν αὐτῷ Ασεννεθ θυγάτηρ Πετεφρη ἱερέως Ἡλίου πόλεως τὸν Μανασση καὶ τὸν Εφραιμ ἐγένοντο δὲ υἱοὶ Μανασση οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα τὸν Μαχιρ Μαχιρ δὲ ἐγέννησεν τὸν Γαλααδ υἱοὶ δὲ Εφραιμ ἀδελφοῦ Μανασση Σουταλααμ καὶ Τααμ υἱοὶ δὲ Σουταλααμ Εδεμ
21υἱοὶ δὲ Βενιαμιν Βαλα καὶ Χοβωρ καὶ Ασβηλ ἐγένοντο δὲ υἱοὶ Βαλα Γηρα καὶ Νοεμαν καὶ Αγχις καὶ Ρως καὶ Μαμφιν καὶ Οφιμιν Γηρα δὲ ἐγέννησεν τὸν Αραδ
22οὗτοι υἱοὶ Ραχηλ οὓς ἔτεκεν τῷ Ιακωβ πᾶσαι ψυχαὶ δέκα ὀκτώ
23υἱοὶ δὲ Δαν Ασομ
24καὶ υἱοὶ Νεφθαλι Ασιηλ καὶ Γωυνι καὶ Ισσααρ καὶ Συλλημ
25οὗτοι υἱοὶ Βαλλας ἣν ἔδωκεν Λαβαν Ραχηλ τῇ θυγατρὶ αὐτοῦ ἣ ἔτεκεν τούτους τῷ Ιακωβ πᾶσαι ψυχαὶ ἑπτά
26πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ιακωβ εἰς Αἴγυπτον οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ χωρὶς τῶν γυναικῶν υἱῶν Ιακωβ πᾶσαι ψυχαὶ ἑξήκοντα ἕξ
27υἱοὶ δὲ Ιωσηφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ ψυχαὶ ἐννέα πᾶσαι ψυχαὶ οἴκου Ιακωβ αἱ εἰσελθοῦσαι εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε
28τὸν δὲ Ιουδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ιωσηφ συναντῆσαι αὐτῷ καθ’ Ἡρώων πόλιν εἰς γῆν Ραμεσση
29ζεύξας δὲ Ιωσηφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν Ισραηλ τῷ πατρὶ αὐτοῦ καθ’ Ἡρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν κλαυθμῷ πλείονι
30καὶ εἶπεν Ισραηλ πρὸς Ιωσηφ ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου ἔτι γὰρ σὺ ζῇς
31εἶπεν δὲ Ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ ἀναβὰς ἀπαγγελῶ τῷ Φαραω καὶ ἐρῶ αὐτῷ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου οἳ ἦσαν ἐν γῇ Χανααν ἥκασιν πρός με
32οἱ δὲ ἄνδρες εἰσὶν ποιμένες ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγειόχασιν
33ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραω καὶ εἴπῃ ὑμῖν τί τὸ ἔργον ὑμῶν ἐστιν
34ἐρεῖτε ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἵνα κατοικήσητε ἐν γῇ Γεσεμ Ἀραβίᾳ βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων