Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Profetici - Isaia - 8

Isaia

8 1καὶ εἶπεν κύριος πρός με λαβὲ σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων πάρεστιν γάρ
2καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους τὸν Ουριαν καὶ τὸν Ζαχαριαν υἱὸν Βαραχιου
3καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν καὶ εἶπεν κύριός μοι κάλεσον τὸ ὄνομα αὐτοῦ ταχέως σκύλευσον ὀξέως προνόμευσον
4διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήμψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων
5καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι
6διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωαμ τὸ πορευόμενον ἡσυχῇ ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ραασσων καὶ τὸν υἱὸν Ρομελιου βασιλέα ἐφ’ ὑμῶν
7διὰ τοῦτο ἰδοὺ ἀνάγει κύριος ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ τὸν βασιλέα τῶν Ἀσσυρίων καὶ τὴν δόξαν αὐτοῦ καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν
8καὶ ἀφελεῖ ἀπὸ τῆς Ιουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου μεθ’ ἡμῶν ὁ θεός
9γνῶτε ἔθνη καὶ ἡττᾶσθε ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς ἰσχυκότες ἡττᾶσθε ἐὰν γὰρ πάλιν ἰσχύσητε πάλιν ἡττηθήσεσθε
10καὶ ἣν ἂν βουλεύσησθε βουλήν διασκεδάσει κύριος καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ὑμῖν ὅτι μεθ’ ἡμῶν κύριος ὁ θεός
11οὕτως λέγει κύριος τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες
12μήποτε εἴπητε σκληρόν πᾶν γάρ ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος σκληρόν ἐστιν τὸν δὲ φόβον αὐτοῦ οὐ μὴ φοβηθῆτε οὐδὲ μὴ ταραχθῆτε
13κύριον αὐτὸν ἁγιάσατε καὶ αὐτὸς ἔσται σου φόβος
14καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾖς ἔσται σοι εἰς ἁγίασμα καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτῷ οὐδὲ ὡς πέτρας πτώματι ὁ δὲ οἶκος Ιακωβ ἐν παγίδι καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ιερουσαλημ
15διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες
16τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν
17καὶ ἐρεῖ μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ιακωβ καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ
18ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ισραηλ παρὰ κυρίου σαβαωθ ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιων
19καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ τί ἐκζητοῦσιν περὶ τῶν ζώντων τοὺς νεκρούς
20νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο περὶ οὗ οὐκ ἔστιν δῶρα δοῦναι περὶ αὐτοῦ
21καὶ ἥξει ἐφ’ ὑμᾶς σκληρὰ λιμός καὶ ἔσται ὡς ἂν πεινάσητε λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ παταχρα καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω
22καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται καὶ ἰδοὺ θλῖψις καὶ στενοχωρία καὶ σκότος ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν
23καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ τοῦτο πρῶτον ποίει ταχὺ ποίει χώρα Ζαβουλων ἡ γῆ Νεφθαλιμ ὁδὸν θαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ιορδάνου Γαλιλαία τῶν ἐθνῶν τὰ μέρη τῆς Ιουδαίας