Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Salmi - 29

Salmi

29 1gr. psalm 29 (heb. 30) εἰς τὸ τέλος ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τῷ Δαυιδ
2ὑψώσω σε κύριε ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ
3κύριε ὁ θεός μου ἐκέκραξα πρὸς σέ καὶ ἰάσω με
4κύριε ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον
5ψάλατε τῷ κυρίῳ οἱ ὅσιοι αὐτοῦ καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ
6ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις
7ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα
8κύριε ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος
9πρὸς σέ κύριε κεκράξομαι καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι
10τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβῆναί με εἰς διαφθοράν μὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου
11ἤκουσεν κύριος καὶ ἠλέησέν με κύριος ἐγενήθη βοηθός μου
12ἔστρεψας τὸν κοπετόν μου εἰς χορὸν ἐμοί διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην
13ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ κύριε ὁ θεός μου εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι