Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Salmi - 42

Salmi

42 1gr. psalm 42 (heb. 43) ψαλμὸς τῷ Δαυιδ κρῖνόν με ὁ θεός καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με
2ὅτι σὺ εἶ ὁ θεός κραταίωμά μου ἵνα τί ἀπώσω με καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου
3ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου
4καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ θεοῦ πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ ὁ θεὸς ὁ θεός μου
5ἵνα τί περίλυπος εἶ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτῷ σωτήριον τοῦ προσώπου μου ὁ θεός μου