Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 44

Siracide

44 1αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει
2πολλὴν δόξαν ἔκτισεν ὁ κύριος τὴν μεγαλωσύνην αὐτοῦ ἀπ’ αἰῶνος
3κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει βουλεύοντες ἐν συνέσει αὐτῶν ἀπηγγελκότες ἐν προφητείαις
4ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαοῦ σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν
5ἐκζητοῦντες μέλη μουσικῶν καὶ διηγούμενοι ἔπη ἐν γραφῇ
6ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι εἰρηνεύοντες ἐν κατοικίαις αὐτῶν
7πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα
8εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους
9καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ’ αὐτούς
10ἀλλ’ ἢ οὗτοι ἄνδρες ἐλέους ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν
11μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν
12ἐν ταῖς διαθήκαις ἔστη τὸ σπέρμα αὐτῶν καὶ τὰ τέκνα αὐτῶν δι’ αὐτούς
13ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται
14τὰ σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς
15σοφίαν αὐτῶν διηγήσονται λαοί καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία
16Ενωχ εὐηρέστησεν κυρίῳ καὶ μετετέθη ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς
17Νωε εὑρέθη τέλειος δίκαιος ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα διὰ τοῦτον ἐγενήθη κατάλειμμα τῇ γῇ ὅτε ἐγένετο κατακλυσμός
18διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ
19Αβρααμ μέγας πατὴρ πλήθους ἐθνῶν καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ δόξῃ
20ὃς συνετήρησεν νόμον ὑψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ’ αὐτοῦ ἐν σαρκὶ αὐτοῦ ἔστησεν διαθήκην καὶ ἐν πειρασμῷ εὑρέθη πιστός
21διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογηθῆναι ἔθνη ἐν σπέρματι αὐτοῦ πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου τῆς γῆς
22καὶ ἐν τῷ Ισαακ ἔστησεν οὕτως δι’ Αβρααμ τὸν πατέρα αὐτοῦ
23εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην κατέπαυσεν ἐπὶ κεφαλὴν Ιακωβ ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ καὶ διέστειλεν μερίδας αὐτοῦ ἐν φυλαῖς ἐμέρισεν δέκα δύο