Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Lettere - 2 Corinzi - 3

2 Corinzi

3 Ἀρχόμεθα πάλιν ἑαυτοὺς ⸀συνιστάνειν; ⸀ἢ μὴ χρῄζομεν ὥς τινες συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ⸀ὑμῶν;
3,1 συνιστάνειν WH NIV RP ] συνιστᾶν Treg • ἢ WH Treg NIV ] Εἰ RP • ὑμῶν WH Treg NIV ] +συστατικῶν RP
2ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων·
3φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ’ ἐν πλαξὶν καρδίαις σαρκίναις.
4Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν θεόν.
οὐχ ὅτι ⸂ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν⸃ λογίσασθαί τι ὡς ἐξ ⸀αὑτῶν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ,
3,5 ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν WH Treg NIV ] ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν RP • αὑτῶν WH ] αὐτῶν Treg; ἑαυτῶν NIV RP
6ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος, τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.
Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν ⸀γράμμασιν ⸀ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην,
3,7 γράμμασιν WH NIV RP ] γράμματι Treg • ἐντετυπωμένη WH Treg NIV ] + ἐν RP
8πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;
εἰ γὰρ ⸂τῇ διακονίᾳ⸃ τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς ⸀δικαιοσύνης δόξῃ.
3,9 τῇ διακονίᾳ Treg NIV ] ἡ διακονία WH RP • δικαιοσύνης WH Treg NIV ] + ἐν RP
καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ⸀εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης·
3,10 εἵνεκεν WH Treg NIV ] ἕνεκεν RP
11εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
12Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα,
καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ⸀αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου.
3,13 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
ἀλλὰ ἐπωρώθη τὰ νοήματα αὐτῶν. ἄχρι γὰρ τῆς σήμερον ⸀ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ⸀ὅτι ἐν Χριστῷ καταργεῖται,
3,14 ἡμέρας WH Treg NIV ] - RP • ὅτι WH Treg NIV ] ὅ τι RP
ἀλλ’ ἕως σήμερον ἡνίκα ⸂ἂν ἀναγινώσκηται⸃ Μωϋσῆς κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται·
3,15 ἂν ἀναγινώσκηται WH Treg NIV ] ἀναγινώσκεται RP
ἡνίκα ⸂δὲ ἐὰν⸃ ἐπιστρέψῃ πρὸς κύριον, περιαιρεῖται τὸ κάλυμμα.
3,16 δὲ ἐὰν WH NIV] δὲ ἂν Treg RP
ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν· οὗ δὲ τὸ πνεῦμα ⸀κυρίου, ἐλευθερία.
3,17 κυρίου WH Treg NIV ] + ἐκεῖ RP
18ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.

Note al testo

3,1 συνιστάνειν WH NIV RP ] συνιστᾶν Treg • ἢ WH Treg NIV ] Εἰ RP • ὑμῶν WH Treg NIV ] +συστατικῶν RP
3,5 ἀφ’ ἑαυτῶν ἱκανοί ἐσμεν WH Treg NIV ] ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν RP • αὑτῶν WH ] αὐτῶν Treg; ἑαυτῶν NIV RP
3,7 γράμμασιν WH NIV RP ] γράμματι Treg • ἐντετυπωμένη WH Treg NIV ] + ἐν RP
3,9 τῇ διακονίᾳ Treg NIV ] ἡ διακονία WH RP • δικαιοσύνης WH Treg NIV ] + ἐν RP
3,10 εἵνεκεν WH Treg NIV ] ἕνεκεν RP
3,13 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
3,14 ἡμέρας WH Treg NIV ] - RP • ὅτι WH Treg NIV ] ὅ τι RP
3,15 ἂν ἀναγινώσκηται WH Treg NIV ] ἀναγινώσκεται RP
3,16 δὲ ἐὰν WH NIV] δὲ ἂν Treg RP
3,17 κυρίου WH Treg NIV ] + ἐκεῖ RP