Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 1 Esdra - 9

1 Esdra

9 1καὶ ἀναστὰς Εσδρας ἀπὸ τῆς αὐλῆς τοῦ ἱεροῦ ἐπορεύθη εἰς τὸ παστοφόριον Ιωαναν τοῦ Ελιασιβου
2καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν πενθῶν ὑπὲρ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους
3καὶ ἐγένετο κήρυγμα ἐν ὅλῃ τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας συναχθῆναι εἰς Ιερουσαλημ
4καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας
5καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς φυλῆς Ιουδα καὶ Βενιαμιν ἐν τρισὶν ἡμέραις εἰς Ιερουσαλημ οὗτος ὁ μὴν ἔνατος τῇ εἰκάδι τοῦ μηνός
6καὶ συνεκάθισαν πᾶν τὸ πλῆθος ἐν τῇ εὐρυχώρῳ τοῦ ἱεροῦ τρέμοντες διὰ τὸν ἐνεστῶτα χειμῶνα
7καὶ ἀναστὰς Εσδρας εἶπεν αὐτοῖς ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναῖκας ἀλλογενεῖς τοῦ προσθεῖναι ἁμαρτίαν τῷ Ισραηλ
8καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ κυρίῳ θεῷ τῶν πατέρων ἡμῶν
9καὶ ποιήσατε τὸ θέλημα αὐτοῦ καὶ χωρίσθητε ἀπὸ τῶν ἐθνῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλογενῶν
10καὶ ἐφώνησαν ἅπαν τὸ πλῆθος καὶ εἶπον μεγάλῃ τῇ φωνῇ οὕτως ὡς εἴρηκας ποιήσομεν
11ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ἡ ὥρα χειμερινή καὶ οὐκ ἰσχύομεν στῆναι αἴθριοι καὶ οὐχ εὕρομεν καὶ τὸ ἔργον ἡμῖν οὐκ ἔστιν ἡμέρας μιᾶς οὐδὲ δύο ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις
12στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσιν γυναῖκας ἀλλογενεῖς παραγενηθήτωσαν λαβόντες χρόνον
13καὶ ἑκάστου δὲ τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτὰς ἕως τοῦ λῦσαι τὴν ὀργὴν τοῦ κυρίου ἀφ’ ἡμῶν τοῦ πράγματος τούτου
14Ιωναθας Αζαηλου καὶ Ιεζιας Θοκανου ἐπεδέξαντο κατὰ ταῦτα καὶ Μοσολλαμος καὶ Λευις καὶ Σαββαταιος συνεβράβευσαν αὐτοῖς
15καὶ ἐποίησαν κατὰ πάντα ταῦτα οἱ ἐκ τῆς αἰχμαλωσίας
16καὶ ἐπελέξατο ἑαυτῷ Εσδρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν κατ’ ὄνομα πάντας καὶ συνεκάθισαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα
17καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυνέχοντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός
18καὶ εὑρέθησαν τῶν ἱερέων οἱ ἐπισυναχθέντες ἀλλογενεῖς γυναῖκας ἔχοντες
19ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ιωσεδεκ καὶ τῶν ἀδελφῶν Μασηας καὶ Ελεαζαρος καὶ Ιωριβος καὶ Ιωδανος
20καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπὲρ τῆς ἀγνοίας αὐτῶν
21καὶ ἐκ τῶν υἱῶν Εμμηρ Ανανιας καὶ Ζαβδαιος καὶ Μανης καὶ Σαμαιος καὶ Ιιηλ καὶ Αζαριας
22καὶ ἐκ τῶν υἱῶν Φαισουρ Ελιωναις Μασσιας Ισμαηλος καὶ Ναθαναηλος καὶ Ωκιδηλος καὶ Σαλθας
23καὶ ἐκ τῶν Λευιτῶν Ιωζαβδος καὶ Σεμεϊς καὶ Κωλιος οὗτος Καλιτας καὶ Παθαιος καὶ Ωουδας καὶ Ιωανας
24ἐκ τῶν ἱεροψαλτῶν Ελιασιβος Βακχουρος
25ἐκ τῶν θυρωρῶν Σαλλουμος καὶ Τολβανης
26ἐκ τοῦ Ισραηλ ἐκ τῶν υἱῶν Φορος Ιερμας καὶ Ιεζιας καὶ Μελχιας καὶ Μιαμινος καὶ Ελεαζαρος καὶ Ασιβιας καὶ Βανναιας
27ἐκ τῶν υἱῶν Ηλαμ Ματανιας καὶ Ζαχαριας Ιεζριηλος καὶ Ωβαδιος καὶ Ιερεμωθ καὶ Ηλιας
28καὶ ἐκ τῶν υἱῶν Ζαμοθ Ελιαδας Ελιασιμος Οθονιας Ιαριμωθ καὶ Σαβαθος καὶ Ζερδαιας
29καὶ ἐκ τῶν υἱῶν Βηβαι Ιωαννης καὶ Ανανιας καὶ Ζαβδος καὶ Εμαθις
30καὶ ἐκ τῶν υἱῶν Μανι Ωλαμος Μαμουχος Ιεδαιος Ιασουβος καὶ Ασαηλος καὶ Ιερεμωθ
31καὶ ἐκ τῶν υἱῶν Αδδι Νααθος καὶ Μοοσσιας Λακκουνος καὶ Ναϊδος καὶ Βεσκασπασμυς καὶ Σεσθηλ καὶ Βαλνουος καὶ Μανασσηας
32καὶ ἐκ τῶν υἱῶν Ανναν Ελιωνας καὶ Ασαιας καὶ Μελχιας καὶ Σαββαιας καὶ Σιμων Χοσαμαιος
33καὶ ἐκ τῶν υἱῶν Ασομ Μαλτανναιος καὶ Ματταθιας καὶ Σαβανναιους καὶ Ελιφαλατ καὶ Μανασσης καὶ Σεμεϊ
34καὶ ἐκ τῶν υἱῶν Βαανι Ιερεμιας Μομδιος Μαηρος Ιουηλ Μαμδαι καὶ Πεδιας καὶ Ανως Καραβασιων καὶ Ελιασιβος καὶ Μαμνιταναιμος Ελιασις Βαννους Ελιαλις Σομεϊς Σελεμιας Ναθανιας καὶ ἐκ τῶν υἱῶν Εζωρα Σεσσις Εζριλ Αζαηλος Σαματος Ζαμβρις Ιωσηπος
35καὶ ἐκ τῶν υἱῶν Νοομα Μαζιτιας Ζαβαδαιας Ηδαις Ιουηλ Βαναιας
36πάντες οὗτοι συνῴκισαν γυναῖκας ἀλλογενεῖς καὶ ἀπέλυσαν αὐτὰς σὺν τέκνοις
37καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ Ισραηλ ἐν Ιερουσαλημ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ ἑβδόμου μηνός καὶ οἱ υἱοὶ Ισραηλ ἐν ταῖς κατοικίαις αὐτῶν
38καὶ συνήχθη πᾶν τὸ πλῆθος ὁμοθυμαδὸν ἐπὶ τὸ εὐρύχωρον τοῦ πρὸς ἀνατολὰς τοῦ ἱεροῦ πυλῶνος
39καὶ εἶπον Εσδρα τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ κομίσαι τὸν νόμον Μωυσέως τὸν παραδοθέντα ὑπὸ τοῦ κυρίου θεοῦ Ισραηλ
40καὶ ἐκόμισεν Εσδρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσιν τοῖς ἱερεῦσιν ἀκοῦσαι τοῦ νόμου νουμηνίᾳ τοῦ ἑβδόμου μηνός
41καὶ ἀνεγίγνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρῳ ἀπὸ ὄρθρου ἕως μεσημβρινοῦ ἐνώπιον ἀνδρῶν τε καὶ γυναικῶν καὶ ἐπέδωκαν πᾶν τὸ πλῆθος τὸν νοῦν εἰς τὸν νόμον
42καὶ ἔστη Εσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνου βήματος τοῦ κατασκευασθέντος
43καὶ ἔστησαν παρ’ αὐτῷ Ματταθιας Σαμμους Ανανιας Αζαριας Ουριας Εζεκιας Βααλσαμος ἐκ δεξιῶν
44καὶ ἐξ εὐωνύμων Φαδαιος Μισαηλ Μελχιας Λωθασουβος Ναβαριας Ζαχαριας
45καὶ ἀναλαβὼν Εσδρας τὸ βιβλίον τοῦ νόμου ἐνώπιον τοῦ πλήθους προεκάθητο γὰρ ἐπιδόξως ἐνώπιον πάντων
46καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν καὶ εὐλόγησεν Εσδρας τῷ κυρίῳ θεῷ ὑψίστῳ θεῷ σαβαωθ παντοκράτορι
47καὶ ἐπεφώνησεν πᾶν τὸ πλῆθος αμην καὶ ἄραντες ἄνω τὰς χεῖρας προσπεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν τῷ κυρίῳ
48Ἰησοῦς καὶ Αννιουθ καὶ Σαραβιας Ιαδινος Ιακουβος Σαββαταιος Αυταιας Μαιαννας καὶ Καλιτας Αζαριας καὶ Ιωζαβδος Ανανιας Φαλιας οἱ Λευῖται ἐδίδασκον τὸν νόμον κυρίου καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῦ κυρίου ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν
49καὶ εἶπεν Ατταρατης Εσδρα τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευίταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας
50ἡ ἡμέρα αὕτη ἐστὶν ἁγία τῷ κυρίῳ καὶ πάντες ἔκλαιον ἐν τῷ ἀκοῦσαι τοῦ νόμου
51βαδίσαντες οὖν φάγετε λιπάσματα καὶ πίετε γλυκάσματα καὶ ἀποστείλατε ἀποστολὰς τοῖς μὴ ἔχουσιν
52ἁγία γὰρ ἡ ἡμέρα τῷ κυρίῳ καὶ μὴ λυπεῖσθε ὁ γὰρ κύριος δοξάσει ὑμᾶς
53καὶ οἱ Λευῖται ἐκέλευον τῷ δήμῳ παντὶ λέγοντες ἡ ἡμέρα αὕτη ἁγία μὴ λυπεῖσθε
54καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσιν καὶ εὐφρανθῆναι μεγάλως
55ὅτι καὶ ἐνεφυσιώθησαν ἐν τοῖς ῥήμασιν οἷς ἐδιδάχθησαν καὶ ἐπισυνήχθησαν