Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Salmi - 7

Salmi

7 1gr./heb. psalm 7 ψαλμὸς τῷ Δαυιδ ὃν ᾖσεν τῷ κυρίῳ ὑπὲρ τῶν λόγων Χουσι υἱοῦ Ιεμενι
2κύριε ὁ θεός μου ἐπὶ σοὶ ἤλπισα σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με
3μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος
4κύριε ὁ θεός μου εἰ ἐποίησα τοῦτο εἰ ἔστιν ἀδικία ἐν χερσίν μου
5εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά ἀποπέσοιν ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός
6καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι διάψαλμα
7ἀνάστηθι κύριε ἐν ὀργῇ σου ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου ἐξεγέρθητι κύριε ὁ θεός μου ἐν προστάγματι ᾧ ἐνετείλω
8καὶ συναγωγὴ λαῶν κυκλώσει σε καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον
9κύριος κρινεῖ λαούς κρῖνόν με κύριε κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ’ ἐμοί
10συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κατευθυνεῖς δίκαιον ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός
11δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ
12ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέραν
13ἐὰν μὴ ἐπιστραφῆτε τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ
14καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο
15ἰδοὺ ὠδίνησεν ἀδικίαν συνέλαβεν πόνον καὶ ἔτεκεν ἀνομίαν
16λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο
17ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται
18ἐξομολογήσομαι κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου