Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Salmi - 97

Salmi

97 1gr. psalm 97 (heb. 98) ψαλμὸς τῷ Δαυιδ ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν ὅτι θαυμαστὰ ἐποίησεν κύριος ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ
2ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ
3ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ιακωβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ισραηλ εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν
4ἀλαλάξατε τῷ θεῷ πᾶσα ἡ γῆ ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε
5ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ
6ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου
7σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ
8ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό τὰ ὄρη ἀγαλλιάσονται
9ὅτι ἥκει κρῖναι τὴν γῆν κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι