Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 6

Siracide

6 1
2μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου
3τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν
4ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν
5λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα
6οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων
7εἰ κτᾶσαι φίλον ἐν πειρασμῷ κτῆσαι αὐτὸν καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ
8ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου
9καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει
10καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου
11καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται
12ἐὰν ταπεινωθῇς ἔσται κατὰ σοῦ καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται
13ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε
14φίλος πιστὸς σκέπη κραταιά ὁ δὲ εὑρὼν αὐτὸν εὗρεν θησαυρόν
15φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ
16φίλος πιστὸς φάρμακον ζωῆς καὶ οἱ φοβούμενοι κύριον εὑρήσουσιν αὐτόν
17ὁ φοβούμενος κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ ὅτι κατ’ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ
18τέκνον ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν καὶ ἕως πολιῶν εὑρήσεις σοφίαν
19ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρων πρόσελθε αὐτῇ καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς
20ὡς τραχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος
21ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ’ αὐτῷ καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν
22σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν καὶ οὐ πολλοῖς ἐστιν φανερά
23ἄκουσον τέκνον καὶ ἔκδεξαι γνώμην μου καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου
24καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου
25ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτὴν καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς
26ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς
27ἐξίχνευσον καὶ ζήτησον καὶ γνωσθήσεταί σοι καὶ ἐγκρατὴς γενόμενος μὴ ἀφῇς αὐτήν
28ἐπ’ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην
29καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης
30κόσμος γὰρ χρύσεός ἐστιν ἐπ’ αὐτῆς καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον
31στολὴν δόξης ἐνδύσῃ αὐτὴν καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ
32ἐὰν θέλῃς τέκνον παιδευθήσῃ καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου πανοῦργος ἔσῃ
33ἐὰν ἀγαπήσῃς ἀκούειν ἐκδέξῃ καὶ ἐὰν κλίνῃς τὸ οὖς σου σοφὸς ἔσῃ
34ἐν πλήθει πρεσβυτέρων στῆθι καὶ τίς σοφός αὐτῷ προσκολλήθητι
35πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε
36ἐὰν ἴδῃς συνετόν ὄρθριζε πρὸς αὐτόν καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου
37διανοοῦ ἐν τοῖς προστάγμασιν κυρίου καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός αὐτὸς στηριεῖ τὴν καρδίαν σου καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι