Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Lettere - 2 Corinzi - 13

2 Corinzi

13 1Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς· ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
προείρηκα καὶ προλέγω ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν ⸀νῦν, τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι,
13,2 νῦν WH Treg NIV ] + γράφω RP
3ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν,
καὶ ⸀γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ⸀ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.
13,4 γὰρ WH Treg NIV ] + εἰ RP • ζήσομεν WH Treg NIV ] ζησόμεθα RP
Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι ⸂Ἰησοῦς Χριστὸς⸃ ἐν ⸀ὑμῖν; εἰ μήτι ἀδόκιμοί ἐστε.
13,5 Ἰησοῦς Χριστὸς WH RP NA ] Χριστὸς Ἰησοῦς Treg NIV • ὑμῖν WH Treg NIV ] + ἐστίν RP
6ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
⸀εὐχόμεθα δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
13,7 εὐχόμεθα WH Treg NIV ] Εὐχόμαι RP
8οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας.
χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· ⸀τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
13,9 τοῦτο WH Treg NIV ] + δὲ RP
διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ⸂ὁ κύριος ἔδωκέν μοι⸃, εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.
13,10 ὁ κύριος ἔδωκέν μοι WH Treg NIV ] ἔδωκέν μοι ὁ κύριος RP
11Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν.
12ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ⸀ὑμῶν.
13,13 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP

Note al testo

13,2 νῦν WH Treg NIV ] + γράφω RP
13,4 γὰρ WH Treg NIV ] + εἰ RP • ζήσομεν WH Treg NIV ] ζησόμεθα RP
13,5 Ἰησοῦς Χριστὸς WH RP NA ] Χριστὸς Ἰησοῦς Treg NIV • ὑμῖν WH Treg NIV ] + ἐστίν RP
13,7 εὐχόμεθα WH Treg NIV ] Εὐχόμαι RP
13,9 τοῦτο WH Treg NIV ] + δὲ RP
13,10 ὁ κύριος ἔδωκέν μοι WH Treg NIV ] ἔδωκέν μοι ὁ κύριος RP
13,13 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP