NT greco - Nuovo Testamento - Lettere - Ebrei - 3
Ebrei
3 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν ⸀Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ⸀ἐν τῷ οἴκῳ αὐτοῦ. πλείονος γὰρ ⸂οὗτος δόξης⸃ παρὰ Μωϋσῆν ἠξίωται καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ ⸀δὲ πάντα κατασκευάσας θεός. 5καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ⸀ὅς οἶκός ἐσμεν ἡμεῖς, ⸀ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ⸀ἐλπίδος κατάσχωμεν.Note al testo