NT greco - Nuovo Testamento - Vangeli - Marco - 15
Marco
15 Καὶ ⸀εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ ⸀παρέδωκαν Πιλάτῳ. καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς ⸂αὐτῷ λέγει⸃· Σὺ λέγεις. 3καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. ὁ δὲ Πιλᾶτος πάλιν ⸀ἐπηρώτα αὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου ⸀κατηγοροῦσιν. 5ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον. Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ⸂ὃν παρῃτοῦντο⸃. ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν ⸀στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. καὶ ⸀ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι ⸀καθὼς ἐποίει αὐτοῖς. 9ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 10ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. ὁ δὲ Πιλᾶτος ⸂πάλιν ἀποκριθεὶς ἔλεγεν⸃ αὐτοῖς· Τί οὖν ⸀θέλετε ποιήσω ⸂ὃν λέγετε⸃ ⸀τὸν βασιλέα τῶν Ἰουδαίων;Note al testo