Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Proverbi - 5

Proverbi

5 1υἱέ ἐμῇ σοφίᾳ πρόσεχε ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς
2ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι
3μὴ πρόσεχε φαύλῃ γυναικί μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα
4ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου
5τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται
6ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι
7νῦν οὖν υἱέ ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους
8μακρὰν ποίησον ἀπ’ αὐτῆς σὴν ὁδόν μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς
9ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν
10ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων εἰσέλθωσιν
11καὶ μεταμεληθήσῃ ἐπ’ ἐσχάτων ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου
12καὶ ἐρεῖς πῶς ἐμίσησα παιδείαν καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου
13οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με οὐδὲ παρέβαλλον τὸ οὖς μου
14παρ’ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς
15πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς
16μὴ ὑπερεκχείσθω σοι τὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα
17ἔστω σοι μόνῳ ὑπάρχοντα καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι
18ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου
19ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ
20μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας
21ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει
22παρανομίαι ἄνδρα ἀγρεύουσιν σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται
23οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη καὶ ἀπώλετο δι’ ἀφροσύνην