NT greco - Nuovo Testamento - Vangeli - Marco - 6
Marco
6 Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ⸀ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ γενομένου σαββάτου ἤρξατο ⸂διδάσκειν ἐν τῇ συναγωγῇ⸃· καὶ ⸀οἱ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα ⸀τούτῳ, καὶ ⸀αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ ⸀γινόμεναι;Note al testo