Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Vangeli - Marco - 6

Marco

NT greco Torna al libro

AT greco

NT greco 6 Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ⸀ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
6,1 ἔρχεται WH Treg NIV ] ἦλθεν RP
NT greco καὶ γενομένου σαββάτου ἤρξατο ⸂διδάσκειν ἐν τῇ συναγωγῇ⸃· καὶ ⸀οἱ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα ⸀τούτῳ, καὶ ⸀αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ ⸀γινόμεναι;
6,2 διδάσκειν ἐν τῇ συναγωγῇ WH Treg NIV ] ἐν τῇ συναγωγῇ διδάσκειν RP • οἱ WH ] - Treg NIV RP • τούτῳ WH Treg NIV ] αὐτῷ RP • αἱ WH NIV ] - Treg RP • γινόμεναι WH Treg NIV ] γίνονται RP
NT greco οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς ⸀τῆς Μαρίας ⸂καὶ ἀδελφὸς⸃ Ἰακώβου καὶ ⸀Ἰωσῆτος καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
6,3 τῆς WH Treg NIV ] - RP • καὶ ἀδελφὸς WH Treg NIV ] ἀδελφὸς δὲ RP • Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
NT greco ⸂καὶ ἔλεγεν⸃ αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς ⸂συγγενεῦσιν αὐτοῦ⸃ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
6,4 καὶ ἔλεγεν WH Treg NIV ] Ἔλεγεν δὲ RP • συγγενεῦσιν αὐτοῦ WH Treg NIV ] συγγενέσιν RP
NT greco καὶ οὐκ ἐδύνατο ἐκεῖ ⸂ποιῆσαι οὐδεμίαν δύναμιν⸃, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν·
6,5 ποιῆσαι οὐδεμίαν δύναμιν WH Treg NIV ] οὐδεμίαν δύναμιν ποιῆσαι RP
NT greco καὶ ⸀ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.
6,6 ἐθαύμαζεν Treg NIV RP ] ἐθαύμασεν WH
NT greco 6,7καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων,
NT greco καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ ⸂ἄρτον, μὴ πήραν⸃, μὴ εἰς τὴν ζώνην χαλκόν,
6,8 ἄρτον μὴ πήραν WH Treg NIV ] πήραν μὴ ἄρτον RP
NT greco ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ⸀ἐνδύσησθε δύο χιτῶνας.
6,9 ἐνδύσησθε Treg NIV RP ] ἐνδύσασθαι WH
NT greco καὶ ἔλεγεν αὐτοῖς· Ὅπου ⸀ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.
6,10 ἐὰν WH NIV RP ] ἂν Treg
NT greco καὶ ⸂ὃς ἂν τόπος μὴ δέξηται⸃ ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον ⸀αὐτοῖς.
6,11 ὃς ἂν τόπος μὴ δέξηται WH Treg NIV ] ὅσοι ἂν μὴ δέξωνται RP • αὐτοῖς WH Treg NIV ] + Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. RP
NT greco Καὶ ἐξελθόντες ⸀ἐκήρυξαν ἵνα ⸀μετανοῶσιν,
6,12 ἐκήρυξαν WH Treg NIV ] ἐκήρυσσον RP • μετανοῶσιν WH Treg NIV ] μετανοήσωσιν RP
NT greco 6,13καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
NT greco Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ⸀ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων ⸂ἐγήγερται ἐκ νεκρῶν⸃, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ·
6,14 ἔλεγον WH NIV ] ἔλεγεν Treg RP • ἐγήγερται ἐκ νεκρῶν WH Treg NIV ] ἐκ νεκρῶν ἠγέρθη RP
NT greco ἄλλοι ⸀δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι ⸀προφήτης ὡς εἷς τῶν προφητῶν.
6,15 δὲ WH Treg NIV ] - RP • προφήτης WH Treg NIV ] + ἐστίν RP
NT greco ἀκούσας δὲ ⸀ὁ Ἡρῴδης ⸀ἔλεγεν· Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ⸀ἠγέρθη.
6,16 WH Treg NIV ] - RP • ἔλεγεν WH Treg NIV ] εἶπεν ὅτι RP • ἠγέρθη WH NA ] ἠγέρθη ἐκ νεκρῶν Treg; ἐκ νεκρῶν ἠγέρθη NIV; ἐστιν αὐτὸς ἠγέρθη ἐκ νεκρῶν RP
NT greco 6,17Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν·
NT greco 6,18ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
NT greco 6,19ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο·
NT greco ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ⸀ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν.
6,20 ἠπόρει WH NIV ] ἐποίει Treg RP
NT greco Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ⸀ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
6,21 ἐποίησεν WH Treg NIV ] ἐποίει RP
NT greco καὶ εἰσελθούσης τῆς θυγατρὸς ⸂αὐτῆς τῆς⸃ Ἡρῳδιάδος καὶ ὀρχησαμένης ⸂καὶ ἀρεσάσης⸃ τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, ⸂εἶπεν ὁ βασιλεὺς⸃ τῷ κορασίῳ· Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι·
6,22 αὐτῆς τῆς Treg RP ] αὐτοῦ WH NIV • καὶ ἀρεσάσης RP ] ἤρεσεν WH Treg NIV • εἶπεν ὁ βασιλεὺς NIV RP ] ὁ δὲ βασιλεὺς εἶπεν WH Treg
NT greco καὶ ὤμοσεν ⸀αὐτῇ· ⸂Ὅ τι⸃ ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου.
6,23 αὐτῇ WH Treg NIV RP ] + πολλά NA • Ὅ τι NIV ] Ὅτι WH; ὅτι Ὃ Treg RP
NT greco ⸀καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς· Τί ⸀αἰτήσωμαι; ἡ δὲ εἶπεν· Τὴν κεφαλὴν Ἰωάννου τοῦ ⸀βαπτίζοντος.
6,24 καὶ WH Treg NIV ] Ἡ δὲ RP • αἰτήσωμαι WH Treg NIV ] αἰτήσομαι RP • βαπτίζοντος WH Treg NIV ] βαπτιστοῦ RP
NT greco καὶ εἰσελθοῦσα ⸀εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· Θέλω ἵνα ⸂ἐξαυτῆς δῷς μοι⸃ ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
6,25 εὐθὺς WH Treg NIV ] εὐθέως RP • ἐξαυτῆς δῷς μοι WH Treg NIV ] μοι δῷς ἐξαυτῆς RP
NT greco καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ⸀ἀνακειμένους οὐκ ἠθέλησεν ⸂ἀθετῆσαι αὐτήν⸃·
6,26 ἀνακειμένους WH Treg NIV ] συνανακειμένους RP • ἀθετῆσαι αὐτήν WH Treg NIV ] αὐτὴν ἀθετῆσαι RP
NT greco καὶ ⸀εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ⸀ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. ⸀καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
6,27 εὐθὺς WH Treg NIV ] εὐθέως RP • ἐνέγκαι WH Treg NIV ] ἐνεχθῆναι RP • καὶ WH Treg NIV ] Ὁ δὲ RP
NT greco 6,28καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
NT greco 6,29καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
NT greco Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ ⸀πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
6,30 πάντα WH Treg NIV ] + καὶ RP
NT greco καὶ ⸀λέγει αὐτοῖς· Δεῦτε ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον καὶ ⸀ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.
6,31 λέγει WH Treg NIV ] εἶπεν RP • ἀναπαύσασθε WH Treg NIV ] ἀναπαύεσθε RP
NT greco καὶ ἀπῆλθον ⸂ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον⸃ κατ’ ἰδίαν.
6,32 ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον WH NIV ] εἰς ἔρημον τόπον τῷ πλοίῳ Treg RP
NT greco καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ⸀ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον ⸀αὐτούς.
6,33 ἐπέγνωσαν NIV ] + αὐτὸν RP; ἔγνωσαν WH Treg
NT greco καὶ ἐξελθὼν ⸀εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ ⸀αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
6,34 εἶδεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP • αὐτοὺς WH Treg NIV ] αὐτοῖς RP
NT greco Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸀ἔλεγον ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή·
6,35 ἔλεγον WH Treg NIV ] λέγουσιν RP
NT greco ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ⸂τί φάγωσιν⸃.
6,36 τί φάγωσιν WH Treg NIV ] ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν RP
NT greco ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ ⸀δώσομεν αὐτοῖς φαγεῖν;
6,37 δώσομεν WH Treg NIV ] δῶμεν RP
NT greco ὁ δὲ λέγει αὐτοῖς· Πόσους ⸂ἔχετε ἄρτους⸃; ⸀ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν· Πέντε, καὶ δύο ἰχθύας.
6,38 ἔχετε ἄρτους WH ] ἄρτους ἔχετε Treg NIV RP • ὑπάγετε WH Treg NIV ] + καὶ RP
NT greco καὶ ἐπέταξεν αὐτοῖς ⸀ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
6,39 ἀνακλῖναι Treg NIV RP ] ἀνακλιθῆναι WH
NT greco καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ ⸀κατὰ ἑκατὸν καὶ ⸁κατὰ πεντήκοντα.
6,40 ⸀κατὰ WH Treg NIV ] ἀνὰ RP • ⸁κατὰ WH Treg NIV ] ἀνὰ RP
NT greco καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ⸀αὐτοῦ ἵνα ⸀παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.
6,41 αὐτοῦ NIV RP ] - WH Treg • παρατιθῶσιν WH NIV ] παραθῶσιν Treg RP
NT greco 6,42καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν·
NT greco καὶ ἦραν ⸂κλάσματα δώδεκα κοφίνων πληρώματα⸃ καὶ ἀπὸ τῶν ἰχθύων.
6,43 κλάσματα δώδεκα κοφίνων πληρώματα WH NIV ]  κλασμάτων δώδεκα κοφίνους πληρώματα Treg; κλασμάτων δώδεκα κοφίνους πλήρεις RP
NT greco καὶ ἦσαν οἱ φαγόντες ⸂τοὺς ἄρτους⸃ πεντακισχίλιοι ἄνδρες.
6,44 τοὺς ἄρτους WH Treg RP NA ] - NIV
NT greco Καὶ ⸀εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν ⸂εἰς τὸ πέραν⸃ πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ⸀ἀπολύει τὸν ὄχλον.
6,45 εὐθὺς WH Treg NIV ] εὐθέως RP • εἰς τὸ πέραν WH Treg RP NA ] - NIV • ἀπολύει WH Treg NIV ] ἀπολύσῃ RP
NT greco 6,46καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
NT greco 6,47Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
NT greco καὶ ⸀ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος ⸀αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς.
6,48 ἰδὼν WH Treg NIV ] εἶδεν RP • αὐτοῖς WH Treg NIV ] + καὶ RP
NT greco οἱ δὲ ἰδόντες αὐτὸν ⸂ἐπὶ τῆς θαλάσσης περιπατοῦντα⸃ ἔδοξαν ⸂ὅτι φάντασμά ἐστιν⸃ καὶ ἀνέκραξαν,
6,49 ἐπὶ τῆς θαλάσσης περιπατοῦντα WH NIV ] περιπατοῦντα ἐπὶ τῆς θαλάσσης Treg RP • ὅτι φάντασμά ἐστιν WH NIV ] φάντασμα εἶναι Treg RP
NT greco πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. ⸂ὁ δὲ εὐθὺς⸃ ἐλάλησεν μετ’ αὐτῶν, καὶ λέγει αὐτοῖς· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.
6,50 δὲ εὐθὺς WH NIV ] καὶ εὐθὺς Treg; Καὶ εὐθέως RP
NT greco καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. καὶ λίαν ⸂ἐκ περισσοῦ⸃ ἐν ἑαυτοῖς ⸀ἐξίσταντο,
6,51 ἐκ περισσοῦ Treg NIV RP ] - WH • ἐξίσταντο WH Treg NIV ] + καὶ ἐθαύμαζον RP
NT greco οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ⸂ἀλλ’ ἦν⸃ αὐτῶν ἡ καρδία πεπωρωμένη.
6,52 ἀλλ᾽ ἦν WH Treg NIV ] ἦν γὰρ RP
NT greco Καὶ διαπεράσαντες ⸂ἐπὶ τὴν γῆν ἦλθον εἰς⸃ Γεννησαρὲτ καὶ προσωρμίσθησαν.
6,53 ἐπὶ τὴν γῆν ἦλθον εἰς WH NIV ] ἦλθον ἐπὶ τὴν γῆν Treg RP
NT greco καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου ⸀εὐθὺς ἐπιγνόντες αὐτὸν
6,54 εὐθὺς WH Treg NIV ] εὐθέως RP
NT greco ⸂περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ⸃ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ⸀ὅτι ἐστίν.
6,55 περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ WH Treg NIV ] περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην RP • ὅτι WH NIV ] + ἐκεῖ Treg RP
NT greco καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ ⸂εἰς πόλεις ἢ εἰς⸃ ἀγροὺς ἐν ταῖς ἀγοραῖς ⸀ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ⸀ἥψαντο αὐτοῦ ἐσῴζοντο.
6,56 εἰς πόλεις ἢ εἰς WH Treg NIV ] πόλεις ἢ RP • ἐτίθεσαν WH Treg NIV ] ἐτίθουν RP • ἥψαντο WH Treg NIV ] ἥπτοντο RP