Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 1 Esdra - 1

1 Esdra

AT greco Torna al libro

AT ebraico

AT greco 1 1,1καὶ ἤγαγεν Ιωσιας τὸ πασχα ἐν Ιερουσαλημ τῷ κυρίῳ αὐτοῦ καὶ ἔθυσεν τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου
AT ebraico Esd1,1 וּבִשְׁנַ֣ת אַחַ֗ת לְכ֙וֹרֶשׁ֙ מֶ֣לֶךְ פָּרַ֔ס לִכְל֥וֹת דְּבַר־יְהוָ֖ה מִפִּ֣י יִרְמְיָ֑ה הֵעִ֣יר יְהוָ֗ה אֶת־ר֙וּחַ֙ כֹּ֣רֶשׁ מֶֽלֶךְ־פָּרַ֔ס וַיַּֽעֲבֶר־קוֹל֙ בְּכָל־מַלְכוּת֔וֹ וְגַם־בְּמִכְתָּ֖ב לֵאמֹֽר׃
AT greco 1,2στήσας τοὺς ἱερεῖς κατ’ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου
AT ebraico Esd1,2 כֹּ֣ה אָמַ֗ר כֹּ֚רֶשׁ מֶ֣לֶךְ פָּרַ֔ס כֹּ֚ל מַמְלְכ֣וֹת הָאָ֔רֶץ נָ֣תַן לִ֔י יְהוָ֖ה אֱלֹהֵ֣י הַשָּׁמָ֑יִם וְהֽוּא־פָקַ֤ד עָלַי֙ לִבְנֽוֹת־ל֣וֹ בַ֔יִת בִּירוּשָׁלִַ֖ם אֲשֶׁ֥ר בִּֽיהוּדָֽה׃
AT greco 1,3καὶ εἶπεν τοῖς Λευίταις ἱεροδούλοις τοῦ Ισραηλ ἁγιάσαι ἑαυτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν Σαλωμων ὁ τοῦ Δαυιδ ὁ βασιλεύς οὐκ ἔσται ὑμῖν ἆραι ἐπ’ ὤμων αὐτήν
AT ebraico Esd1,3 מִֽי־בָכֶ֣ם מִכָּל־עַמּ֗וֹ יְהִ֤י אֱלֹהָיו֙ עִמּ֔וֹ וְיַ֕עַל לִירוּשָׁלִַ֖ם אֲשֶׁ֣ר בִּיהוּדָ֑ה וְיִ֗בֶן אֶת־בֵּ֤ית יְהוָה֙ אֱלֹהֵ֣י יִשְׂרָאֵ֔ל ה֥וּא הָאֱלֹהִ֖ים אֲשֶׁ֥ר בִּירוּשָׁלִָֽם׃
AT greco 1,4καὶ νῦν λατρεύετε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ισραηλ καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶν κατὰ τὴν γραφὴν Δαυιδ βασιλέως Ισραηλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμων τοῦ υἱοῦ αὐτοῦ
AT ebraico Esd1,4 וְכָל־הַנִּשְׁאָ֗ר מִֽכָּל־הַמְּקֹמוֹת֮ אֲשֶׁ֣ר ה֣וּא גָֽר־שָׁם֒ יְנַשְּׂא֙וּהוּ֙ אַנְשֵׁ֣י מְקֹמ֔וֹ בְּכֶ֥סֶף וּבְזָהָ֖ב וּבִרְכ֣וּשׁ וּבִבְהֵמָ֑ה עִם־הַ֨נְּדָבָ֔ה לְבֵ֥ית הָאֱלֹהִ֖ים אֲשֶׁ֥ר בִּירוּשָׁלִָֽם׃
AT greco 1,5καὶ στάντες ἐν τῷ ἱερῷ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευιτῶν τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ισραηλ ἐν τάξει
AT ebraico Esd1,5 וַיָּק֜וּמוּ רָאשֵׁ֣י הָאָב֗וֹת לִֽיהוּדָה֙ וּבִנְיָמִ֔ן וְהַכֹּהֲנִ֖ים וְהַלְוִיִּ֑ם לְכֹ֨ל הֵעִ֤יר הָאֱלֹהִים֙ אֶת־רוּח֔וֹ לַעֲל֣וֹת לִבְנ֔וֹת אֶת־בֵּ֥ית יְהוָ֖ה אֲשֶׁ֥ר בִּירוּשָׁלִָֽם׃
AT greco 1,6θύσατε τὸ πασχα καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν καὶ ποιήσατε τὸ πασχα κατὰ τὸ πρόσταγμα τοῦ κυρίου τὸ δοθὲν τῷ Μωυσῇ
AT ebraico Esd1,6 וְכָל־סְבִיבֹֽתֵיהֶם֙ חִזְּק֣וּ בִֽידֵיהֶ֔ם בִּכְלֵי־כֶ֧סֶף בַּזָּהָ֛ב בָּרְכ֥וּשׁ וּבַבְּהֵמָ֖ה וּבַמִּגְדָּנ֑וֹת לְבַ֖ד עַל־כָּל־הִתְנַדֵּֽב׃ ס          
AT greco 1,7καὶ ἐδωρήσατο Ιωσιας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας μόσχους τρισχιλίους ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατ’ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευίταις
AT ebraico Esd1,7 וְהַמֶּ֣לֶךְ כּ֔וֹרֶשׁ הוֹצִ֖יא אֶת־כְּלֵ֣י בֵית־יְהוָ֑ה אֲשֶׁ֨ר הוֹצִ֤יא נְבֽוּכַדְנֶצַּר֙ מִיר֣וּשָׁלִַ֔ם וַֽיִּתְּנֵ֖ם בְּבֵ֥ית אֱלֹהָֽיו׃
AT greco 1,8καὶ ἔδωκεν Χελκιας καὶ Ζαχαριας καὶ Ησυηλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πασχα πρόβατα δισχίλια ἑξακόσια μόσχους τριακοσίους
AT ebraico Esd1,8 וַיּֽוֹצִיאֵ֗ם‪C,v‬ כּ֚וֹרֶשׁ מֶ֣לֶךְ פָּרַ֔ס עַל־יַ֖ד מִתְרְדָ֣ת הַגִּזְבָּ֑ר וַֽיִּסְפְּרֵם֙ לְשֵׁשְׁבַּצַּ֔ר הַנָּשִׂ֖יא לִיהוּדָֽה׃
AT greco 1,9καὶ Ιεχονιας καὶ Σαμαιας καὶ Ναθαναηλ ὁ ἀδελφὸς καὶ Ασαβιας καὶ Οχιηλος καὶ Ιωραμ χιλίαρχοι ἔδωκαν τοῖς Λευίταις εἰς πασχα πρόβατα πεντακισχίλια μόσχους ἑπτακοσίους
AT ebraico Esd1,9 וְאֵ֖לֶּה מִסְפָּרָ֑ם אֲגַרְטְלֵ֨י זָהָ֜ב שְׁלֹשִׁ֗ים אֲגַרְטְלֵי־כֶ֙סֶף֙ אָ֔לֶף מַחֲלָפִ֖ים תִּשְׁעָ֥ה וְעֶשְׂרִֽים׃ ס          
AT greco 1,10καὶ ταῦτα τὰ γενόμενα εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται
AT ebraico Esd1,10 כְּפוֹרֵ֤י זָהָב֙ שְׁלֹשִׁ֔ים כְּפ֤וֹרֵי כֶ֙סֶף֙ מִשְׁנִ֔ים אַרְבַּ֥ע מֵא֖וֹת וַעֲשָׂרָ֑ה כֵּלִ֥ים אֲחֵרִ֖ים אָֽלֶף׃ ס          
AT greco 1,11ἔχοντες τὰ ἄζυμα κατὰ τὰς φυλὰς
AT ebraico Esd1,11 כָּל־כֵּלִים֙ לַזָּהָ֣ב וְלַכֶּ֔סֶף חֲמֵ֥שֶׁת אֲלָפִ֖ים וְאַרְבַּ֣ע מֵא֑וֹת הַכֹּ֞ל הֶעֱלָ֣ה שֵׁשְׁבַּצַּ֗ר עִ֚ם הֵעָל֣וֹת הַגּוֹלָ֔ה מִבָּבֶ֖ל לִירוּשָׁלִָֽם׃ פ 
AT greco 1,12καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ προσενεγκεῖν τῷ κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ καὶ οὕτω τὸ πρωινόν
AT greco 1,13καὶ ὤπτησαν τὸ πασχα πυρὶ ὡς καθήκει καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκείοις καὶ λέβησιν μετ’ εὐωδίας καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ
AT greco 1,14μετὰ δὲ ταῦτα ἡτοίμασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας καὶ οἱ Λευῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ααρων
AT greco 1,15καὶ οἱ ἱεροψάλται υἱοὶ Ασαφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν κατὰ τὰ ὑπὸ Δαυιδ τεταγμένα καὶ Ασαφ καὶ Ζαχαριας καὶ Εδδινους οἱ παρὰ τοῦ βασιλέως καὶ οἱ θυρωροὶ ἐφ’ ἑκάστου πυλῶνος οὐκ ἔστιν παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς
AT greco 1,16καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀχθῆναι τὸ πασχα καὶ προσενεχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ κυρίου θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασιλέως Ιωσιου
AT greco 1,17καὶ ἠγάγοσαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πασχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά
AT greco 1,18καὶ οὐκ ἤχθη τὸ πασχα τοιοῦτο ἐν τῷ Ισραηλ ἀπὸ τῶν χρόνων Σαμουηλ τοῦ προφήτου
AT greco 1,19καὶ πάντες οἱ βασιλεῖς τοῦ Ισραηλ οὐκ ἠγάγοσαν πασχα τοιοῦτον οἷον ἤγαγεν Ιωσιας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ Ιουδαῖοι καὶ πᾶς Ισραηλ οἱ εὑρεθέντες ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ιερουσαλημ
AT greco 1,20ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ιωσιου ἤχθη τὸ πασχα τοῦτο
AT greco 1,21καὶ ὠρθώθη τὰ ἔργα Ιωσιου ἐνώπιον τοῦ κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας
AT greco 1,22καὶ τὰ κατ’ αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν καὶ ἃ ἐλύπησαν αὐτὸν ἐν αἰσθήσει καὶ οἱ λόγοι τοῦ κυρίου ἀνέστησαν ἐπὶ Ισραηλ
AT greco 1,23καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ιωσιου συνέβη Φαραω βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Χαρκαμυς ἐπὶ τοῦ Εὐφράτου καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ Ιωσιας
AT greco 1,24καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου πρὸς αὐτὸν λέγων τί ἐμοὶ καὶ σοί ἐστιν βασιλεῦ τῆς Ιουδαίας
AT greco 1,25οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι ὑπὸ κυρίου τοῦ θεοῦ ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μού ἐστιν καὶ νῦν κύριος μετ’ ἐμοῦ ἐστιν καὶ κύριος μετ’ ἐμοῦ ἐπισπεύδων ἐστίν ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ κυρίῳ
AT greco 1,26καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ιωσιας ἐπὶ τὸ ἅρμα αὐτοῦ ἀλλὰ πολεμεῖν αὐτὸν ἐπιχειρεῖ οὐ προσέχων ῥήμασιν Ιερεμιου προφήτου ἐκ στόματος κυρίου
AT greco 1,27ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μαγεδδαους καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς τὸν βασιλέα Ιωσιαν
AT greco 1,28καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ ἀποστήσατέ με ἀπὸ τῆς μάχης ἠσθένησα γὰρ λίαν καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως
AT greco 1,29καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα τὸ δευτέριον αὐτοῦ καὶ ἀποκατασταθεὶς εἰς Ιερουσαλημ μετήλλαξεν τὸν βίον αὐτοῦ καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ
AT greco 1,30καὶ ἐν ὅλῃ τῇ Ιουδαίᾳ ἐπένθησαν τὸν Ιωσιαν καὶ ἐθρήνησεν Ιερεμιας ὁ προφήτης ὑπὲρ Ιωσιου καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης καὶ ἐξεδόθη τοῦτο γίνεσθαι αἰεὶ εἰς ἅπαν τὸ γένος Ισραηλ
AT greco 1,31ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βύβλῳ τῶν ἱστορουμένων περὶ τῶν βασιλέων τῆς Ιουδαίας καὶ τὸ καθ’ ἓν πραχθὲν τῆς πράξεως Ιωσιου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ κυρίου τά τε προπραχθέντα ὑπ’ αὐτοῦ καὶ τὰ νῦν ἱστόρηται ἐν τῷ βυβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα
AT greco 1,32καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ιεχονιαν υἱὸν Ιωσιου ἀνέδειξαν βασιλέα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ ὄντα ἐτῶν εἴκοσι τριῶν
AT greco 1,33καὶ ἐβασίλευσεν ἐν Ιουδα καὶ Ιερουσαλημ μῆνας τρεῖς καὶ ἀπεκατέστησεν αὐτὸν βασιλεὺς Αἰγύπτου βασιλεύειν ἐν Ιερουσαλημ
AT greco 1,34καὶ ἐζημίωσεν τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί
AT greco 1,35καὶ ἀνέδειξεν ὁ βασιλεὺς Αἰγύπτου βασιλέα Ιωακιμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ
AT greco 1,36καὶ ἔδησεν Ιωακιμ τοὺς μεγιστᾶνας Ζαριον δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου
AT greco 1,37ἐτῶν δὲ ἦν εἴκοσι πέντε Ιωακιμ ὅτε ἐβασίλευσεν τῆς Ιουδαίας καὶ Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου
AT greco 1,38ἐπ’ αὐτὸν δὲ ἀνέβη Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ δήσας αὐτὸν ἐν χαλκείῳ δεσμῷ ἀπήγαγεν εἰς Βαβυλῶνα
AT greco 1,39καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ κυρίου λαβὼν Ναβουχοδονοσορ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι
AT greco 1,40τὰ δὲ ἱστορηθέντα περὶ αὐτοῦ καὶ τῆς αὐτοῦ ἀκαθαρσίας καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων
AT greco 1,41καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ιωακιμ ὁ υἱὸς αὐτοῦ ὅτε γὰρ ἀνεδείχθη ἦν ἐτῶν δέκα ὀκτώ
AT greco 1,42βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἔναντι κυρίου
AT greco 1,43καὶ μετ’ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονοσορ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἅμα τοῖς ἱεροῖς σκεύεσιν τοῦ κυρίου
AT greco 1,44καὶ ἀνέδειξε Σεδεκιαν βασιλέα τῆς Ιουδαίας καὶ Ιερουσαλημ Σεδεκιαν ὄντα ἐτῶν εἴκοσι ἑνός βασιλεύει δὲ ἔτη ἕνδεκα
AT greco 1,45καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ῥηθέντων λόγων ὑπὸ Ιερεμιου τοῦ προφήτου ἐκ στόματος τοῦ κυρίου
AT greco 1,46καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονοσορ τῷ ὀνόματι τοῦ κυρίου ἐπιορκήσας ἀπέστη καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα κυρίου θεοῦ Ισραηλ
AT greco 1,47καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπὲρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ κυρίου τὸ ἁγιαζόμενον ἐν Ιεροσολύμοις
AT greco 1,48καὶ ἀπέστειλεν ὁ θεὸς τῶν πατέρων αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς καθὸ ἐφείδετο αὐτῶν καὶ τοῦ σκηνώματος αὐτοῦ
AT greco 1,49αὐτοὶ δὲ ἐξεμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ᾗ ἡμέρᾳ ἐλάλησεν κύριος ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ ἕως τοῦ θυμωθέντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπ’ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων
AT greco 1,50οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ περικύκλῳ τοῦ ἁγίου αὐτῶν ἱεροῦ καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεωτέρου ἀλλὰ πάντας παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν
AT greco 1,51καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλῶνα
AT greco 1,52καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου καὶ ἔλυσαν τὰ τείχα Ιεροσολύμων καὶ τοὺς πύργους αὐτῶν ἐνεπύρισαν ἐν πυρὶ
AT greco 1,53καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ ῥομφαίας εἰς Βαβυλῶνα
AT greco 1,54καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι τοῦ βασιλεῦσαι Πέρσας εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ιερεμιου
AT greco 1,55ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα