Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 2 Maccabei - 14

2 Maccabei

AT greco Torna al libro

AT ebraico

AT greco 14 14,1μετὰ δὲ τριετῆ χρόνον προσέπεσεν τοῖς περὶ τὸν Ιουδαν Δημήτριον τὸν τοῦ Σελεύκου διὰ τοῦ κατὰ Τρίπολιν λιμένος εἰσπλεύσαντα μετὰ πλήθους ἰσχυροῦ καὶ στόλου
AT greco 14,2κεκρατηκέναι τῆς χώρας ἐπανελόμενον Ἀντίοχον καὶ τὸν τούτου ἐπίτροπον Λυσίαν
AT greco 14,3Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις συννοήσας ὅτι καθ’ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος
AT greco 14,4ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν
AT greco 14,5καιρὸν δὲ λαβὼν τῆς ἰδίας ἀνοίας συνεργὸν προσκληθεὶς εἰς συνέδριον ὑπὸ τοῦ Δημητρίου καὶ ἐπερωτηθείς ἐν τίνι διαθέσει καὶ βουλῇ καθέστηκαν οἱ Ιουδαῖοι πρὸς ταῦτα ἔφη
AT greco 14,6οἱ λεγόμενοι τῶν Ιουδαίων Ασιδαῖοι ὧν ἀφηγεῖται Ιουδας ὁ Μακκαβαῖος πολεμοτροφοῦσιν καὶ στασιάζουσιν οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν
AT greco 14,7ὅθεν ἀφελόμενος τὴν προγονικὴν δόξαν λέγω δὴ τὴν ἀρχιερωσύνην δεῦρο νῦν ἐλήλυθα
AT greco 14,8πρῶτον μὲν ὑπὲρ τῶν ἀνηκόντων τῷ βασιλεῖ γνησίως φρονῶν δεύτερον δὲ καὶ τῶν ἰδίων πολιτῶν στοχαζόμενος τῇ μὲν γὰρ τῶν προειρημένων ἀλογιστίᾳ τὸ σύμπαν ἡμῶν γένος οὐ μικρῶς ἀκληρεῖ
AT greco 14,9ἕκαστα δὲ τούτων ἐπεγνωκὼς σύ βασιλεῦ καὶ τῆς χώρας καὶ τοῦ περιισταμένου γένους ἡμῶν προνοήθητι καθ’ ἣν ἔχεις πρὸς ἅπαντας εὐαπάντητον φιλανθρωπίαν
AT greco 14,10ἄχρι γὰρ Ιουδας περίεστιν ἀδύνατον εἰρήνης τυχεῖν τὰ πράγματα
AT greco 14,11τοιούτων δὲ ῥηθέντων ὑπὸ τούτου θᾶττον οἱ λοιποὶ φίλοι δυσμενῶς ἔχοντες τὰ πρὸς τὸν Ιουδαν προσεπύρωσαν τὸν Δημήτριον
AT greco 14,12προχειρισάμενος δὲ εὐθέως Νικάνορα τὸν γενόμενον ἐλεφαντάρχην καὶ στρατηγὸν ἀναδείξας τῆς Ιουδαίας ἐξαπέστειλεν
AT greco 14,13δοὺς ἐντολὰς αὐτὸν μὲν τὸν Ιουδαν ἐπανελέσθαι τοὺς δὲ σὺν αὐτῷ σκορπίσαι καταστῆσαι δὲ Ἄλκιμον ἀρχιερέα τοῦ μεγίστου ἱεροῦ
AT greco 14,14οἱ δὲ ἐπὶ τῆς Ιουδαίας πεφυγαδευκότες τὸν Ιουδαν ἔθνη συνέμισγον ἀγεληδὸν τῷ Νικάνορι τὰς τῶν Ιουδαίων ἀτυχίας καὶ συμφορὰς ἰδίας εὐημερίας δοκοῦντες ἔσεσθαι
AT greco 14,15ἀκούσαντες δὲ τὴν τοῦ Νικάνορος ἔφοδον καὶ τὴν ἐπίθεσιν τῶν ἐθνῶν καταπασάμενοι γῆν ἐλιτάνευον τὸν ἄχρι αἰῶνος συστήσαντα τὸν αὑτοῦ λαόν ἀεὶ δὲ μετ’ ἐπιφανείας ἀντιλαμβανόμενον τῆς ἑαυτοῦ μερίδος
AT greco 14,16προστάξαντος δὲ τοῦ ἡγουμένου ἐκεῖθεν εὐθέως ἀναζεύξας συμμίσγει αὐτοῖς ἐπὶ κώμην Δεσσαου
AT greco 14,17Σιμων δὲ ὁ ἀδελφὸς Ιουδου συμβεβληκὼς ἦν τῷ Νικάνορι βραδέως δὲ διὰ τὴν αἰφνίδιον τῶν ἀντιπάλων ἀφασίαν ἐπταικώς
AT greco 14,18ὅμως δὲ ἀκούων ὁ Νικάνωρ ἣν εἶχον οἱ περὶ τὸν Ιουδαν ἀνδραγαθίαν καὶ ἐν τοῖς περὶ τῆς πατρίδος ἀγῶσιν εὐψυχίαν ὑπευλαβεῖτο τὴν κρίσιν δι’ αἱμάτων ποιήσασθαι
AT greco 14,19διόπερ ἔπεμψεν Ποσιδώνιον καὶ Θεόδοτον καὶ Ματταθιαν δοῦναι καὶ λαβεῖν δεξιάς
AT greco 14,20πλείονος δὲ γενομένης περὶ τούτων ἐπισκέψεως καὶ τοῦ ἡγουμένου τοῖς πλήθεσιν ἀνακοινωσαμένου καὶ φανείσης ὁμοψήφου γνώμης ἐπένευσαν ταῖς συνθήκαις
AT greco 14,21ἐτάξαντο δὲ ἡμέραν ἐν ᾗ κατ’ ἰδίαν ἥξουσιν εἰς τὸ αὐτό καὶ προῆλθεν παρ’ ἑκάστου δίφραξ ἔθεσαν δίφρους
AT greco 14,22διέταξεν Ιουδας ἐνόπλους ἑτοίμους ἐν τοῖς ἐπικαίροις τόποις μήποτε ἐκ τῶν πολεμίων αἰφνιδίως κακουργία γένηται τὴν ἁρμόζουσαν ἐποιήσαντο κοινολογίαν
AT greco 14,23διέτριβεν ὁ Νικάνωρ ἐν Ιεροσολύμοις καὶ ἔπραττεν οὐθὲν ἄτοπον τοὺς δὲ συναχθέντας ἀγελαίους ὄχλους ἀπέλυσεν
AT greco 14,24καὶ εἶχεν τὸν Ιουδαν διὰ παντὸς ἐν προσώπῳ ψυχικῶς τῷ ἀνδρὶ προσεκέκλιτο
AT greco 14,25παρεκάλεσεν αὐτὸν γῆμαι καὶ παιδοποιήσασθαι ἐγάμησεν εὐστάθησεν ἐκοινώνησεν βίου
AT greco 14,26ὁ δὲ Ἄλκιμος συνιδὼν τὴν πρὸς ἀλλήλους εὔνοιαν καὶ τὰς γενομένας συνθήκας λαβὼν ἧκεν πρὸς τὸν Δημήτριον καὶ ἔλεγεν τὸν Νικάνορα ἀλλότρια φρονεῖν τῶν πραγμάτων τὸν γὰρ ἐπίβουλον τῆς βασιλείας Ιουδαν αὐτοῦ διάδοχον ἀναδεῖξαι
AT greco 14,27ὁ δὲ βασιλεὺς ἔκθυμος γενόμενος καὶ ταῖς τοῦ παμπονήρου διαβολαῖς ἐρεθισθεὶς ἔγραψεν Νικάνορι φάσκων ὑπὲρ μὲν τῶν συνθηκῶν βαρέως φέρειν κελεύων δὲ τὸν Μακκαβαῖον δέσμιον ἐξαποστέλλειν εἰς Ἀντιόχειαν ταχέως
AT greco 14,28προσπεσόντων δὲ τούτων τῷ Νικάνορι συνεκέχυτο καὶ δυσφόρως ἔφερεν εἰ τὰ διεσταλμένα ἀθετήσει μηδὲν τἀνδρὸς ἠδικηκότος
AT greco 14,29ἐπεὶ δὲ τῷ βασιλεῖ ἀντιπράττειν οὐκ ἦν εὔκαιρον ἐτήρει στρατηγήματι τοῦτ’ ἐπιτελέσαι
AT greco 14,30ὁ δὲ Μακκαβαῖος αὐστηρότερον διεξαγαγόντα συνιδὼν τὸν Νικάνορα τὰ πρὸς αὐτὸν καὶ τὴν εἰθισμένην ἀπάντησιν ἀγροικότερον ἐσχηκότα νοήσας οὐκ ἀπὸ τοῦ βελτίστου τὴν αὐστηρίαν εἶναι συστρέψας οὐκ ὀλίγους τῶν περὶ αὐτὸν συνεκρύπτετο τὸν Νικάνορα
AT greco 14,31συγγνοὺς δὲ ὁ ἕτερος ὅτι γενναίως ὑπὸ τοῦ ἀνδρὸς ἐστρατήγηται παραγενόμενος ἐπὶ τὸ μέγιστον καὶ ἅγιον ἱερὸν τῶν ἱερέων τὰς καθηκούσας θυσίας προσαγόντων ἐκέλευσεν παραδιδόναι τὸν ἄνδρα
AT greco 14,32τῶν δὲ μεθ’ ὅρκων φασκόντων μὴ γινώσκειν ποῦ ποτ’ ἔστιν ὁ ζητούμενος
AT greco 14,33προτείνας τὴν δεξιὰν ἐπὶ τὸν νεὼ ταῦτ’ ὤμοσεν ἐὰν μὴ δέσμιόν μοι τὸν Ιουδαν παραδῶτε τόνδε τὸν τοῦ θεοῦ σηκὸν εἰς πεδίον ποιήσω καὶ τὸ θυσιαστήριον κατασκάψω καὶ ἱερὸν ἐνταῦθα τῷ Διονύσῳ ἐπιφανὲς ἀναστήσω
AT greco 14,34τοσαῦτα δὲ εἰπὼν ἀπῆλθεν οἱ δὲ ἱερεῖς προτείναντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπεκαλοῦντο τὸν διὰ παντὸς ὑπέρμαχον τοῦ ἔθνους ἡμῶν ταῦτα λέγοντες
AT greco 14,35σὺ κύριε τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων ηὐδόκησας ναὸν τῆς σῆς σκηνώσεως ἐν ἡμῖν γενέσθαι
AT greco 14,36καὶ νῦν ἅγιε παντὸς ἁγιασμοῦ κύριε διατήρησον εἰς αἰῶνα ἀμίαντον τόνδε τὸν προσφάτως κεκαθαρισμένον οἶκον
AT greco 14,37Ραζις δέ τις τῶν ἀπὸ Ιεροσολύμων πρεσβυτέρων ἐμηνύθη τῷ Νικάνορι ἀνὴρ φιλοπολίτης καὶ σφόδρα καλῶς ἀκούων καὶ κατὰ τὴν εὔνοιαν πατὴρ τῶν Ιουδαίων προσαγορευόμενος
AT greco 14,38ἦν γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις τῆς ἀμειξίας κρίσιν εἰσενηνεγμένος Ιουδαϊσμοῦ καὶ σῶμα καὶ ψυχὴν ὑπὲρ τοῦ Ιουδαϊσμοῦ παραβεβλημένος μετὰ πάσης ἐκτενίας
AT greco 14,39βουλόμενος δὲ Νικάνωρ πρόδηλον ποιῆσαι ἣν εἶχεν πρὸς τοὺς Ιουδαίους δυσμένειαν ἀπέστειλεν στρατιώτας ὑπὲρ τοὺς πεντακοσίους συλλαβεῖν αὐτόν
AT greco 14,40ἔδοξεν γὰρ ἐκεῖνον συλλαβὼν τούτοις ἐνεργάσασθαι συμφοράν
AT greco 14,41τῶν δὲ πληθῶν μελλόντων τὸν πύργον καταλαβέσθαι καὶ τὴν αὐλαίαν θύραν βιαζομένων καὶ κελευόντων πῦρ προσάγειν καὶ τὰς θύρας ὑφάπτειν περικατάλημπτος γενόμενος ὑπέθηκεν ἑαυτῷ τὸ ξίφος
AT greco 14,42εὐγενῶς θέλων ἀποθανεῖν ἤπερ τοῖς ἀλιτηρίοις ὑποχείριος γενέσθαι καὶ τῆς ἰδίας εὐγενείας ἀναξίως ὑβρισθῆναι
AT greco 14,43τῇ δὲ πληγῇ μὴ κατευθικτήσας διὰ τὴν τοῦ ἀγῶνος σπουδὴν καὶ τῶν ὄχλων ἔσω τῶν θυρωμάτων εἰσβαλλόντων ἀναδραμὼν γενναίως ἐπὶ τὸ τεῖχος κατεκρήμνισεν ἑαυτὸν ἀνδρωδῶς εἰς τοὺς ὄχλους
AT greco 14,44τῶν δὲ ταχέως ἀναποδισάντων γενομένου διαστήματος ἦλθεν κατὰ μέσον τὸν κενεῶνα
AT greco 14,45ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων δρόμῳ τοὺς ὄχλους διελθὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος
AT greco 14,46παντελῶς ἔξαιμος ἤδη γινόμενος προβαλὼν τὰ ἔντερα καὶ λαβὼν ἑκατέραις ταῖς χερσὶν ἐνέσεισε τοῖς ὄχλοις καὶ ἐπικαλεσάμενος τὸν δεσπόζοντα τῆς ζωῆς καὶ τοῦ πνεύματος ταῦτα αὐτῷ πάλιν ἀποδοῦναι τόνδε τὸν τρόπον μετήλλαξεν