Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 1

Siracide

AT greco Torna al libro

AT ebraico

AT greco 1 1,1πᾶσα σοφία παρὰ κυρίου καὶ μετ’ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα
AT greco 1,2ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει
AT greco 1,3ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει
AT greco 1,4προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος
AT greco 1,5
AT greco 1,6ῥίζα σοφίας τίνι ἀπεκαλύφθη καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω
AT greco 1,7
AT greco 1,8εἷς ἐστιν σοφός φοβερὸς σφόδρα καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ
AT greco 1,9κύριος αὐτὸς ἔκτισεν αὐτὴν καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτὴν καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ
AT greco 1,10μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν
AT greco 1,11φόβος κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος
AT greco 1,12φόβος κυρίου τέρψει καρδίαν καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν
AT greco 1,13τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπ’ ἐσχάτων καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὐλογηθήσεται
AT greco 1,14ἀρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς
AT greco 1,15μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται
AT greco 1,16πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς
AT greco 1,17πάντα τὸν οἶκον αὐτῶν ἐμπλήσει ἐπιθυμημάτων καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς
AT greco 1,18στέφανος σοφίας φόβος κυρίου ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως
AT greco 1,19καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησεν καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν
AT greco 1,20ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις
AT greco 1,21
AT greco 1,22οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ
AT greco 1,23ἕως καιροῦ ἀνθέξεται μακρόθυμος καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη
AT greco 1,24ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ
AT greco 1,25ἐν θησαυροῖς σοφίας παραβολαὶ ἐπιστήμης βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια
AT greco 1,26ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς καὶ κύριος χορηγήσει σοι αὐτήν
AT greco 1,27σοφία γὰρ καὶ παιδεία φόβος κυρίου καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πραότης
AT greco 1,28μὴ ἀπειθήσῃς φόβῳ κυρίου καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ
AT greco 1,29μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων καὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε
AT greco 1,30μὴ ἐξύψου σεαυτόν ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε ὅτι οὐ προσῆλθες φόβῳ κυρίου καὶ ἡ καρδία σου πλήρης δόλου