Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - 1 Maccabei - 4

1 Maccabei

AT greco Torna al libro

AT ebraico

AT greco 4 4,1καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν καὶ ἀπῆρεν ἡ παρεμβολὴ νυκτὸς
AT greco 4,2ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ιουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω καὶ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί
AT greco 4,3καὶ ἤκουσεν Ιουδας καὶ ἀπῆρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Αμμαους
AT greco 4,4ἕως ἔτι ἐσκορπισμέναι ἦσαν αἱ δυνάμεις ἀπὸ τῆς παρεμβολῆς
AT greco 4,5καὶ ἦλθεν Γοργίας εἰς τὴν παρεμβολὴν Ιουδου νυκτὸς καὶ οὐδένα εὗρεν καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν ὅτι εἶπεν φεύγουσιν οὗτοι ἀφ’ ἡμῶν
AT greco 4,6καὶ ἅμα ἡμέρᾳ ὤφθη Ιουδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσιν πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἶχον ὡς ἠβούλοντο
AT greco 4,7καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν καὶ τεθωρακισμένην καὶ ἵππον κυκλοῦσαν αὐτήν καὶ οὗτοι διδακτοὶ πολέμου
AT greco 4,8καὶ εἶπεν Ιουδας τοῖς ἀνδράσιν τοῖς μετ’ αὐτοῦ μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε
AT greco 4,9μνήσθητε ὡς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ ὅτε ἐδίωκεν αὐτοὺς Φαραω ἐν δυνάμει
AT greco 4,10καὶ νῦν βοήσωμεν εἰς οὐρανόν εἰ θελήσει ἡμᾶς καὶ μνησθήσεται διαθήκης πατέρων καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον
AT greco 4,11καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι ἔστιν ὁ λυτρούμενος καὶ σῴζων τὸν Ισραηλ
AT greco 4,12καὶ ἦραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον αὐτοὺς ἐρχομένους ἐξ ἐναντίας
AT greco 4,13καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου
AT greco 4,14καὶ συνῆψαν καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον
AT greco 4,15οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαίᾳ καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρων καὶ ἕως τῶν πεδίων τῆς Ιδουμαίας καὶ Ἀζώτου καὶ Ιαμνείας καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους
AT greco 4,16καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν
AT greco 4,17καὶ εἶπεν πρὸς τὸν λαόν μὴ ἐπιθυμήσητε τῶν σκύλων ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν
AT greco 4,18καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς καὶ μετὰ ταῦτα λάβετε τὰ σκῦλα μετὰ παρρησίας
AT greco 4,19ἔτι πληροῦντος Ιουδου ταῦτα μέρος τι ὤφθη ἐκκύπτον ἐκ τοῦ ὄρους
AT greco 4,20καὶ εἶδεν ὅτι τετρόπωνται καὶ ἐμπυρίζουσιν τὴν παρεμβολήν ὁ γὰρ καπνὸς ὁ θεωρούμενος ἐνεφάνιζεν τὸ γεγονός
AT greco 4,21οἱ δὲ ταῦτα συνιδόντες ἐδειλώθησαν σφόδρα συνιδόντες δὲ καὶ τὴν Ιουδου παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν
AT greco 4,22ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων
AT greco 4,23καὶ Ιουδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλείαν τῆς παρεμβολῆς καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλοῦτον μέγαν
AT greco 4,24καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
AT greco 4,25καὶ ἐγενήθη σωτηρία μεγάλη τῷ Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
AT greco 4,26ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα
AT greco 4,27ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει ὅτι οὐχ οἷα ἤθελεν τοιαῦτα ἐγεγόνει τῷ Ισραηλ καὶ οὐχ οἷα αὐτῷ ἐνετείλατο ὁ βασιλεύς ἐξέβη
AT greco 4,28καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμῆσαι αὐτούς
AT greco 4,29καὶ ἦλθον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσουροις καὶ συνήντησεν αὐτοῖς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρῶν
AT greco 4,30καὶ εἶδεν τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἶπεν εὐλογητὸς εἶ ὁ σωτὴρ Ισραηλ ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυιδ καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ιωναθου υἱοῦ Σαουλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ
AT greco 4,31οὕτως σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ισραηλ καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν
AT greco 4,32δὸς αὐτοῖς δειλίαν καὶ τῆξον θράσος ἰσχύος αὐτῶν καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν
AT greco 4,33κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώντων σε καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις
AT greco 4,34καὶ συνέβαλλον ἀλλήλοις καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτῶν
AT greco 4,35ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὑτοῦ συντάξεως τῆς δὲ Ιουδου τὸ γεγενημένον θάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῆν ἢ τεθνηκέναι γενναίως ἀπῆρεν εἰς Ἀντιόχειαν καὶ ἐξενολόγει πλεοναστὸν πάλιν παραγίνεσθαι εἰς τὴν Ιουδαίαν
AT greco 4,36εἶπεν δὲ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι
AT greco 4,37καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα καὶ ἀνέβησαν εἰς ὄρος Σιων
AT greco 4,38καὶ εἶδον τὸ ἁγίασμα ἠρημωμένον καὶ τὸ θυσιαστήριον βεβηλωμένον καὶ τὰς θύρας κατακεκαυμένας καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἐν ἑνὶ τῶν ὀρέων καὶ τὰ παστοφόρια καθῃρημένα
AT greco 4,39καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν καὶ ἐκόψαντο κοπετὸν μέγαν καὶ ἐπέθεντο σποδὸν
AT greco 4,40καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν τῶν σημασιῶν καὶ ἐβόησαν εἰς οὐρανόν
AT greco 4,41τότε ἐπέταξεν Ιουδας ἀνδράσιν πολεμεῖν τοὺς ἐν τῇ ἄκρᾳ ἕως καθαρίσῃ τὰ ἅγια
AT greco 4,42καὶ ἐπελέξατο ἱερεῖς ἀμώμους θελητὰς νόμου
AT greco 4,43καὶ ἐκαθάρισαν τὰ ἅγια καὶ ἦραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον
AT greco 4,44καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου τί αὐτῷ ποιήσωσιν
AT greco 4,45καὶ ἔπεσεν αὐτοῖς βουλὴ ἀγαθὴ καθελεῖν αὐτό μήποτε γένηται αὐτοῖς εἰς ὄνειδος ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό καὶ καθεῖλον τὸ θυσιαστήριον
AT greco 4,46καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου ἐν τόπῳ ἐπιτηδείῳ μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν
AT greco 4,47καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον καὶ ᾠκοδόμησαν θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον
AT greco 4,48καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου καὶ τὰς αὐλὰς ἡγίασαν
AT greco 4,49καὶ ἐποίησαν σκεύη ἅγια καινὰ καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν
AT greco 4,50καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας καὶ ἔφαινον ἐν τῷ ναῷ
AT greco 4,51καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους καὶ ἐξεπέτασαν τὰ καταπετάσματα καὶ ἐτέλεσαν πάντα τὰ ἔργα ἃ ἐποίησαν
AT greco 4,52καὶ ὤρθρισαν τὸ πρωὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου οὗτος ὁ μὴν Χασελευ τοῦ ὀγδόου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ ἔτους
AT greco 4,53καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινόν ὃ ἐποίησαν
AT greco 4,54κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις καὶ κυμβάλοις
AT greco 4,55καὶ ἔπεσεν πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον καὶ προσεκύνησαν καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοῖς
AT greco 4,56καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ’ εὐφροσύνης καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως
AT greco 4,57καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις καὶ ἐνεκαίνισαν τὰς πύλας καὶ τὰ παστοφόρια καὶ ἐθύρωσαν αὐτά
AT greco 4,58καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα καὶ ἀπεστράφη ὀνειδισμὸς ἐθνῶν
AT greco 4,59καὶ ἔστησεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία Ισραηλ ἵνα ἄγωνται αἱ ἡμέραι τοῦ ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ’ ἐνιαυτὸν ἡμέρας ὀκτὼ ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελευ μετ’ εὐφροσύνης καὶ χαρᾶς
AT greco 4,60καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιων κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς μήποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά ὡς ἐποίησαν τὸ πρότερον
AT greco 4,61καὶ ἀπέταξεν ἐκεῖ δύναμιν τηρεῖν αὐτὸ καὶ ὠχύρωσεν αὐτὸ τηρεῖν τὴν Βαιθσουραν τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ιδουμαίας