Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Lettere - 1 Tessalonicesi - 5

1 Tessalonicesi

5 1Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι,
αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ⸀ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται.
5,2 ὅτι WH Treg NIV ] + ἡ RP
⸀ὅταν λέγωσιν· Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
5,3 ὅταν WH Treg NIV ] + γὰρ RP
ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς ⸀κλέπτης καταλάβῃ,
5,4 κλέπτης Treg NIV RP ] κλέπτας WH
πάντες ⸀γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους·
5,5 γὰρ WH Treg NIV ] - RP
ἄρα οὖν μὴ καθεύδωμεν ⸀ὡς οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.
5,6 ὡς WH Treg NIV ] + καὶ RP
7οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσιν, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν·
8ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας·
9ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ θεὸς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
τοῦ ἀποθανόντος ⸀περὶ ἡμῶν ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν.
5,10 περὶ WH Treg ] ὑπὲρ NIV RP
11διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
12Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς,
καὶ ἡγεῖσθαι αὐτοὺς ⸀ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ⸀ἑαυτοῖς.
5,13 ὑπερεκπερισσοῦ WH NIV RP ] ὑπερεκπερισσῶς Treg • ἑαυτοῖς WH NIV RP ] αὐτοῖς Treg
14παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν ⸀διώκετε εἰς ἀλλήλους καὶ εἰς πάντας.
5,15 διώκετε WH Treg ] + καὶ NIV RP
16πάντοτε χαίρετε,
17ἀδιαλείπτως προσεύχεσθε,
18ἐν παντὶ εὐχαριστεῖτε· τοῦτο γὰρ θέλημα θεοῦ ἐν Χριστῷ Ἰησοῦ εἰς ὑμᾶς.
19τὸ πνεῦμα μὴ σβέννυτε,
20προφητείας μὴ ἐξουθενεῖτε·
21πάντα δὲ δοκιμάζετε, τὸ καλὸν κατέχετε,
22ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
23Αὐτὸς δὲ ὁ θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
24πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.
Ἀδελφοί, ⸀προσεύχεσθε περὶ ἡμῶν.
5,25 προσεύχεσθε Treg RP ] + καὶ WH NIV
26ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.
⸀ἐνορκίζω ὑμᾶς τὸν κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσιν ⸀τοῖς ἀδελφοῖς.
5,27 ἐνορκίζω WH Treg NIV ] Ὁρκίζω RP • τοῖς WH Treg NIV ] + ἁγίοις RP
ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ⸀ὑμῶν.
5,28 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP

Note al testo

5,2 ὅτι WH Treg NIV ] + ἡ RP
5,3 ὅταν WH Treg NIV ] + γὰρ RP
5,4 κλέπτης Treg NIV RP ] κλέπτας WH
5,5 γὰρ WH Treg NIV ] - RP
5,6 ὡς WH Treg NIV ] + καὶ RP
5,10 περὶ WH Treg ] ὑπὲρ NIV RP
5,13 ὑπερεκπερισσοῦ WH NIV RP ] ὑπερεκπερισσῶς Treg • ἑαυτοῖς WH NIV RP ] αὐτοῖς Treg
5,15 διώκετε WH Treg ] + καὶ NIV RP
5,25 προσεύχεσθε Treg RP ] + καὶ WH NIV
5,27 ἐνορκίζω WH Treg NIV ] Ὁρκίζω RP • τοῖς WH Treg NIV ] + ἁγίοις RP
5,28 ὑμῶν WH Treg NIV ] + Ἀμήν RP