Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Lettere - 1 Corinzi - 10

1 Corinzi

NT greco Torna al libro

AT ebraico

NT greco 10 Οὐ θέλω ⸀γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,
10,1 γὰρ WH Treg NIV ] δὲ RP
NT greco καὶ πάντες εἰς τὸν Μωϋσῆν ⸀ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ,
10,2 ἐβαπτίσαντο WH Treg RP ] ἐβαπτίσθησαν NIV
NT greco καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸν βρῶμα⸃ ἔφαγον
10,3 πνευματικὸν βρῶμα WH Treg NIV ] βρῶμα πνευματικὸν RP
NT greco καὶ πάντες τὸ αὐτὸ ⸂πνευματικὸν ἔπιον πόμα⸃, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ ⸂πέτρα δὲ⸃ ἦν ὁ Χριστός·
10,4 πνευματικὸν ἔπιον πόμα WH Treg NIV ] πόμα πνευματικὸν ἔπιον RP • πέτρα δὲ WH Treg NIV ] δὲ πέτρα RP
NT greco 10,5ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν ηὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
NT greco 10,6Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.
NT greco 10,7μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν, καὶ ἀνέστησαν παίζειν.
NT greco 10,8μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.
NT greco μηδὲ ἐκπειράζωμεν τὸν ⸀Χριστόν, ⸀καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ⸀ἀπώλλυντο.
10,9 Χριστόν RP NA ] κύριον WH Treg NIV • καθώς WH Treg NIV ] + καί RP • ἀπώλλυντο WH Treg NIV ] ἀπώλοντο RP
NT greco μηδὲ γογγύζετε, ⸀καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
10,10 καθάπερ WH Treg NIV ] καθὼς καί RP
NT greco ταῦτα ⸀δὲ ⸂τυπικῶς συνέβαινεν⸃ ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων ⸀κατήντηκεν.
10,11 δὲ WH Treg NIV ] + πάντα RP • τυπικῶς συνέβαινεν WH Treg NIV ] τύποι συνέβαινον RP • κατήντηκεν WH Treg NIV ] κατήντησεν RP
NT greco 10,12ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ,
NT greco πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ ⸀δύνασθαι ὑπενεγκεῖν.
10,13 δύνασθαι WH Treg NIV ] + ὑμᾶς RP
NT greco 10,14Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας.
NT greco 10,15ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι.
NT greco τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ⸂ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ⸃; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;
10,16 ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ WH Treg NIV ] τοῦ αἵματος τοῦ Χριστοῦ ἐστὶν RP
NT greco 10,17ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν, οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.
NT greco βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· ⸀οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν;
10,18 οὐχ WH NIV ] οὐχὶ RP Treg
NT greco τί οὖν φημι; ὅτι ⸂εἰδωλόθυτόν τί ἐστιν, ἢ ὅτι εἴδωλόν⸃ τί ἐστιν;
10,19 εἰδωλόθυτόν τί … ὅτι εἴδωλόν WH Treg NIV] εἴδωλόν τί … ὅτι εἰδωλόθυτόν RP
NT greco ἀλλ’ ὅτι ἃ ⸀θύουσιν, δαιμονίοις ⸂καὶ οὐ θεῷ θύουσιν⸃, οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.
10,20 θύουσιν NIV ] θύουσιν τὰ ἔθνη WH Treg; θύει τὰ ἔθνη RP • καὶ οὐ θεῷ θύουσιν WH Treg NIV ] θύει καὶ οὐ θεῷ RP
NT greco 10,21οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.
NT greco 10,22ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
NT greco ⸀Πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα συμφέρει. ⸁πάντα ἔξεστιν· ἀλλ’ οὐ πάντα οἰκοδομεῖ.
10,23 ⸀Πάντα WH Treg NIV ] + μοι RP • ⸁πάντα WH Treg NIV ] + μοι RP
NT greco μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ⸀ἑτέρου.
10,24 ἑτέρου WH Treg NIV ] + ἕκαστος RP
NT greco 10,25πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν,
NT greco τοῦ ⸂κυρίου γὰρ⸃ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
10,26 κυρίου γὰρ WH Treg NIV ] γὰρ κυρίου RP
NT greco ⸀εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·
10,27 εἴ WH Treg NIV ] + δέ RP
NT greco ἐὰν δέ τις ὑμῖν εἴπῃ· Τοῦτο ⸀ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε δι’ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν ⸀συνείδησιν·
10,28 ἱερόθυτόν WH Treg NIV ] εἰδωλόθυτόν RP • συνείδησιν WH Treg NIV ] + Τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς RP
NT greco 10,29συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου· ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;
NT greco 10,30εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
NT greco 10,31Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.
NT greco ἀπρόσκοποι ⸂καὶ Ἰουδαίοις γίνεσθε⸃ καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ,
10,32 καὶ Ἰουδαίοις γίνεσθε WH Treg NIV ] γίνεσθε καὶ Ἰουδαίοις RP
NT greco καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ ⸀σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν.
10,33 σύμφορον WH Treg NIV ] συμφέρον RP