Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Atti degli Apostoli - Atti degli Apostoli - 1

Atti degli Apostoli

NT greco Torna al libro

AT ebraico

NT greco 1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ⸀ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν
1,1 ὁ NIV RP ] - WH Treg
NT greco 1,2ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη·
NT greco 1,3οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ·
NT greco 1,4καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·
NT greco ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ⸂ἐν πνεύματι βαπτισθήσεσθε⸃ ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
1,5 ἐν πνεύματι βαπτισθήσεσθε WH Treg NIV ] βαπτισθήσεσθε ἐν πνεύματι RP
NT greco Οἱ μὲν οὖν συνελθόντες ⸀ἠρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
1,6 ἠρώτων WH Treg NIV ] ἐπηρώτων RP
NT greco εἶπεν ⸀δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,
1,7 δὲ NIV RP ] - WH Treg
NT greco ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ ⸀μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
1,8 μου WH Treg NIV ] μοι RP
NT greco 1,9καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
NT greco καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ⸂ἐσθήσεσι λευκαῖς⸃,
1,10 ἐσθήσεσι λευκαῖς WH Treg NIV ] ἐσθῆτι λευκῇ RP
NT greco οἳ καὶ εἶπαν· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ⸀βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
1,11 βλέποντες WH Treg ] ἐμβλέποντες NIV RP
NT greco 1,12Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν.
NT greco καὶ ὅτε εἰσῆλθον, ⸂εἰς τὸ ὑπερῷον ἀνέβησαν⸃ οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ ⸂Ἰωάννης καὶ Ἰάκωβος⸃ καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
1,13 εἰς τὸ ὑπερῷον ἀνέβησαν WH Treg NIV ] ἀνέβησαν εἰς τὸ ὑπερῷον RP • Ἰωάννης καὶ Ἰάκωβος WH Treg NIV ] Ἰάκωβος καὶ Ἰωάννης RP
NT greco οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ ⸀προσευχῇ σὺν γυναιξὶν καὶ ⸀Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ ⸀σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
1,14 προσευχῇ WH Treg NIV ] + καὶ τῇ δεήσει RP • Μαριὰμ WH Treg NIV ] Μαρίᾳ RP • σὺν WH Treg RP ] - NIV
NT greco Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ⸀ἀδελφῶν εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ⸀ὡς ἑκατὸν εἴκοσι)·
1,15 ἀδελφῶν WH Treg NIV ] μαθητῶν RP • ὡς WH Treg RP ] ὡσεὶ NIV
NT greco Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν ⸀γραφὴν ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ⸀Ἰησοῦν,
1,16 γραφὴν WH Treg NIV ] + ταύτην RP • Ἰησοῦν WH Treg NIV ] τὸν Ἰησοῦν RP
NT greco ὅτι κατηριθμημένος ἦν ⸀ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.—
1,17 ἐν WH Treg NIV ] σὺν RP
NT greco 1,18Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.
NT greco καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ⸀ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἁκελδαμάχ, τοῦτ’ ἔστιν Χωρίον Αἵματος.—
1,19 ἰδίᾳ Treg RP NA ] - WH NIV
NT greco γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί· Τὴν ἐπισκοπὴν αὐτοῦ ⸀λαβέτω ἕτερος.
1,20 λαβέτω WH Treg NIV ] λάβοι RP
NT greco δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ⸀ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ κύριος Ἰησοῦς,
1,21 ᾧ WH Treg NIV ] ἐν ᾧ RP
NT greco ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ ⸂σὺν ἡμῖν γενέσθαι⸃ ἕνα τούτων.
1,22 σὺν ἡμῖν γενέσθαι WH Treg NIV ] γενέσθαι σὺν ἡμῖν RP
NT greco 1,23καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν.
NT greco 1,24καὶ προσευξάμενοι εἶπαν Σὺ κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα,
NT greco λαβεῖν τὸν ⸀τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ⸀ἀφ’ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
1,25 τόπον WH Treg NIV ] κλῆρον RP • ἀφ᾽ WH Treg NIV ] ἐξ RP
NT greco καὶ ἔδωκαν κλήρους ⸀αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
1,26 αὐτοῖς WH Treg NIV ] αὐτῶν RP