Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Lettere - Tito - 2

Tito

NT greco Torna al libro

AT ebraico

NT greco 2 2,1Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.
NT greco 2,2πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
NT greco Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους ⸀μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,
2,3 μηδὲ WH Treg ] μὴ NIV RP
NT greco ἵνα ⸀σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,
2,4 σωφρονίζωσι WH NIV RP] σωφρονίζουσιν Treg
NT greco σώφρονας, ἁγνάς, ⸀οἰκουργούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.
2,5 οἰκουργούς WH Treg NIV ] οἰκουρούς RP
NT greco 2,6Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν·
NT greco περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ⸀ἀφθορίαν, ⸀σεμνότητα,
2,7 ἀφθορίαν WH Treg NIV ] ἀδιαφθορίαν RP • σεμνότητα WH Treg NIV ] + ἀφθαρσίαν RP
NT greco λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων ⸂λέγειν περὶ ἡμῶν⸃ φαῦλον.
2,8 λέγειν περὶ ἡμῶν WH Treg NIV ] περὶ ἡμῶν λέγειν RP
NT greco 2,9Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
NT greco μὴ νοσφιζομένους, ἀλλὰ ⸂πᾶσαν πίστιν⸃ ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν ⸀τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
2,10 πᾶσαν πίστιν WH Treg NIV ] πίστιν πᾶσαν RP • τὴν WH Treg NIV ] - RP
NT greco Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ ⸀θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις
2,11 θεοῦ WH Treg NIV ] + ἡ RP
NT greco 2,12παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι,
NT greco προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ⸂Ἰησοῦ Χριστοῦ⸃,
2,13 Ἰησοῦ Χριστοῦ NIV RP ] Χριστοῦ Ἰησοῦ WH Treg
NT greco 2,14ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
NT greco 2,15Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.