Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Lettere - 1 Pietro - 5

1 Pietro

NT greco Torna al libro

AT ebraico

NT greco 5 Πρεσβυτέρους ⸀οὖν ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός,
5,1 οὖν WH Treg NIV] τοὺς RP
NT greco ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ, ⸀ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως ⸂κατὰ θεόν⸃, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως,
5,2 ἐπισκοποῦντες Treg NIV RP] - WH • κατὰ θεόν Treg NIV] - WH RP
NT greco 5,3μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου·
NT greco 5,4καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
NT greco ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις. πάντες δὲ ⸀ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.
5,5 ἀλλήλοις WH Treg NIV] + ὑποτασσόμενοι RP
NT greco 5,6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ,
NT greco 5,7πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
NT greco νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν ⸀τινα ⸀καταπιεῖν·
5,8 τινα NIV] τίνα RP; - WH Treg • καταπιεῖν WH Treg NIV] καταπίῃ RP
NT greco ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν ⸀τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
5,9 τῷ WH Treg NIV] - RP
NT greco ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν ⸀Χριστῷ, ὀλίγον παθόντας αὐτὸς ⸀καταρτίσει, στηρίξει, σθενώσει, ⸀θεμελιώσει.
5,10 Χριστῷ WH NIV] + Ἰησοῦ Treg RP NA • καταρτίσει WH Treg NIV] καταρτίσαι ὑμᾶς RP • θεμελιώσει NIV RP] - WH Treg
NT greco ⸀αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας ⸂τῶν αἰώνων⸃· ἀμήν.
5,11 αὐτῷ WH Treg NIV] + ἡ δόξα καὶ RP • τῶν αἰώνων Treg NIV RP] - WH NA
NT greco Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ· εἰς ἣν ⸀στῆτε.
5,12 στῆτε WH Treg NIV] ἑστήκατε RP
NT greco 5,13ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου.
NT greco ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν ⸀Χριστῷ.
5,14 Χριστῷ WH Treg NIV] + Ἰησοῦ ἀμήν RP