Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Atti degli Apostoli - Atti degli Apostoli - 5

Atti degli Apostoli

NT greco Torna al libro

AT ebraico

NT greco 5 5,1Ἀνὴρ δέ τις Ἁνανίας ὀνόματι σὺν Σαπφίρῃ τῇ γυναικὶ αὐτοῦ ἐπώλησεν κτῆμα
NT greco καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίης καὶ τῆς ⸀γυναικός, καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν.
5,2 γυναικός WH Treg NIV ] + αὐτοῦ RP
NT greco εἶπεν δὲ ⸀ὁ Πέτρος· Ἁνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον καὶ ⸀νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου;
5,3 ὁ WH Treg NIV ] - RP • νοσφίσασθαι WH Treg NIV ] + σε RP
NT greco 5,4οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ θεῷ.
NT greco ἀκούων δὲ ὁ Ἁνανίας τοὺς λόγους τούτους πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ⸀ἀκούοντας.
5,5 ἀκούοντας WH Treg NIV ] + ταῦτα RP
NT greco 5,6ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν.
NT greco 5,7Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν.
NT greco ἀπεκρίθη δὲ ⸂πρὸς αὐτὴν⸃ ⸀Πέτρος· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; ἡ δὲ εἶπεν· Ναί, τοσούτου.
5,8 πρὸς αὐτὴν WH Treg NIV ] αὐτῇ RP • Πέτρος WH Treg NIV ] ὁ Πέτρος RP
NT greco ὁ δὲ ⸀Πέτρος πρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουσίν σε.
5,9 Πέτρος WH Treg NIV ] + εἶπεν RP
NT greco ἔπεσεν δὲ παραχρῆμα ⸀πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς.
5,10 πρὸς WH Treg NIV ] παρὰ RP
NT greco 5,11καὶ ἐγένετο φόβος μέγας ἐφ’ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.
NT greco Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ⸂πολλὰ ἐν τῷ λαῷ⸃· καὶ ἦσαν ὁμοθυμαδὸν ⸀ἅπαντες ἐν τῇ Στοᾷ Σολομῶντος·
5,12 πολλὰ ἐν τῷ λαῷ WH Treg NIV ] ἐν τῷ λαῷ πολλὰ RP • ἅπαντες NIV RP ] πάντες WH Treg
NT greco 5,13τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός,
NT greco 5,14μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν·
NT greco ὥστε ⸂καὶ εἰς⸃ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ ⸀κλιναρίων καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ⸀ἐπισκιάσῃ τινὶ αὐτῶν.
5,15 καὶ εἰς WH Treg NIV ] κατὰ RP • κλιναρίων WH Treg NIV ] κλινῶν RP • ἐπισκιάσῃ NIV RP ] ἐπισκιάσει WH Treg
NT greco συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ ⸀πόλεων Ἰερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.
5,16 πόλεων WH Treg NIV ] + εἰς RP
NT greco 5,17Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου
NT greco καὶ ἐπέβαλον τὰς ⸀χεῖρας ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
5,18 χεῖρας WH Treg NIV ] + αὐτῶν RP
NT greco ἄγγελος δὲ κυρίου ⸀διὰ νυκτὸς ⸀ἤνοιξε τὰς θύρας τῆς φυλακῆς ἐξαγαγών τε αὐτοὺς εἶπεν·
5,19 διὰ WH Treg NIV ] + τῆς RP • ἤνοιξε WH Treg RP ] ἀνοίξας NIV
NT greco 5,20Πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.
NT greco 5,21ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς.
NT greco οἱ δὲ ⸂παραγενόμενοι ὑπηρέται⸃ οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν
5,22 παραγενόμενοι ὑπηρέται WH Treg NIV ] ὑπηρέται παραγενόμενοι RP
NT greco λέγοντες ὅτι ⸀Τὸ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ καὶ τοὺς φύλακας ἑστῶτας ⸀ἐπὶ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.
5,23 Τὸ WH Treg NIV ] + μὲν RP • ἐπὶ WH Treg NIV ] πρὸ RP
NT greco ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ ⸀τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο.
5,24 τε WH Treg NIV ] + ἱερεὺς καὶ ὁ RP
NT greco 5,25παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι Ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.
NT greco τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ⸀ἤγαγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ⸀μὴ λιθασθῶσιν.
5,26 ἤγαγεν Treg RP ] ἦγεν WH NIV • μὴ WH Treg NIV ] ἵνα μὴ RP
NT greco 5,27Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς
NT greco ⸀λέγων· Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἰερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.
5,28 λέγων WH Treg NIV ] + Οὐ RP NA
NT greco 5,29ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπαν· Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις.
NT greco 5,30ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου·
NT greco τοῦτον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, ⸀τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν·
5,31 τοῦ WH NIV ] - Treg RP
NT greco καὶ ἡμεῖς ⸀ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ ⸀πνεῦμα τὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.
5,32 ἐσμεν WH Treg NIV ] + αὐτοῦ RP • πνεῦμα WH Treg NIV ] + δὲ RP
NT greco Οἱ δὲ ⸀ἀκούσαντες διεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς.
5,33 ἀκούσαντες WH Treg NIV ] ἀκούοντες RP
NT greco ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω ⸀βραχὺ τοὺς ⸀ἀνθρώπους ποιῆσαι,
5,34 βραχὺ WH Treg NIV ] + τι RP • ἀνθρώπους WH Treg NIV ] ἀποστόλους RP
NT greco 5,35εἶπέν τε πρὸς αὐτούς· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
NT greco πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ ⸀προσεκλίθη ⸂ἀνδρῶν ἀριθμὸς ὡς⸃ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν.
5,36 προσεκλίθη WH Treg NIV ] προσεκλήθη RP • ἀνδρῶν ἀριθμὸς ὡς WH Treg NIV ] ἀριθμὸς ἀνδρῶν ὡσεὶ RP
NT greco μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησε ⸀λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν.
5,37 λαὸν WH Treg NIV ] + ἱκανὸν RP
NT greco καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ⸀ἄφετε αὐτούς· (ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ ⸀αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται,
5,38 ἄφετε WH Treg NIV ] ἐάσατε RP • αὕτη WH Treg NIV ] - RP
NT greco εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ ⸀δυνήσεσθε καταλῦσαι ⸀αὐτούς·) μήποτε καὶ θεομάχοι εὑρεθῆτε. ἐπείσθησαν δὲ αὐτῷ,
5,39 δυνήσεσθε WH Treg NIV ] δύνασθε RP • αὐτούς WH Treg NIV ] αὐτό RP
NT greco καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ⸀ἀπέλυσαν.
5,40 ἀπέλυσαν WH Treg NIV ] + αὐτούς RP
NT greco οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι ⸂κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος⸃ ἀτιμασθῆναι·
5,41 κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος WH Treg NIV ] ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κατηξιώθησαν RP
NT greco πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι ⸂τὸν χριστὸν Ἰησοῦν⸃.
5,42 τὸν χριστὸν Ἰησοῦν WH Treg NIV ] Ἰησοῦν τὸν χριστὸν RP