Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Lettere - 2 Corinzi - 12

2 Corinzi

NT greco Torna al libro

AT greco

NT greco 12 Καυχᾶσθαι ⸀δεῖ· οὐ ⸂συμφέρον μέν⸃, ἐλεύσομαι ⸀δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου.
12,1 δεῖ WH Treg NIV ] δὴ RP • συμφέρον μέν WH Treg NIV ] συμφέρει μοι RP • δὲ WH Treg NIV ] γὰρ RP
NT greco 12,2οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων—εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν—ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
NT greco καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον—εἴτε ἐν σώματι εἴτε ⸀χωρὶς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν—
12,3 χωρὶς WH Treg NIV ] ἐκτὸς RP
NT greco 12,4ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
NT greco ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ⸀ἀσθενείαις.
12,5 ἀσθενείαις WH Treg NIV ] + μου RP
NT greco ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει ⸀τι ἐξ ἐμοῦ,
12,6 τι NIV RP ] - WH Treg
NT greco καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. ⸀διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος ⸀Σατανᾶ, ἵνα με κολαφίζῃ, ⸂ἵνα μὴ ὑπεραίρωμαι⸃.
12,7 διὸ WH Treg NIV ] - RP • Σατανᾶ WH Treg NIV ] Σατᾶν RP • ἵνα μὴ ὑπεραίρωμαι WH NIV RP ] - Treg
NT greco 12,8ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ·
NT greco καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ ⸀δύναμις ἐν ἀσθενείᾳ ⸀τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις ⸀μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
12,9 δύναμις WH Treg NIV ] + μου RP • τελεῖται WH Treg NIV ] τελειοῦται RP • μου Treg NIV RP ] - WH
NT greco διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς ⸀καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
12,10 καὶ WH NIV ] ἐν Treg RP
NT greco Γέγονα ⸀ἄφρων· ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφ’ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι·
12,11 ἄφρων WH Treg NIV ] + καυχώμενος RP
NT greco τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ⸀ὑπομονῇ, σημείοις ⸀τε καὶ τέρασιν καὶ δυνάμεσιν.
12,12 ὑπομονῇ WH Treg NIV ] + ἐν RP • τε WH NIV ] - Treg RP
NT greco τί γάρ ἐστιν ὃ ⸀ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
12,13 ἡσσώθητε WH Treg NIV ] ἡττήθητε RP
NT greco Ἰδοὺ τρίτον ⸀τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ ⸀καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις.
12,14 τοῦτο WH Treg NIV ] - RP • καταναρκήσω WH Treg NIV ] + ὑμῶν RP
NT greco ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. ⸀εἰ περισσοτέρως ὑμᾶς ⸀ἀγαπῶν, ἧσσον ἀγαπῶμαι;
12,15 εἰ WH Treg NIV ] + καὶ RP • ἀγαπῶν Treg NIV RP ] ἀγαπῶ WH
NT greco 12,16ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον.
NT greco 12,17μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι’ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς;
NT greco 12,18παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
NT greco ⸀Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; ⸀κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν. τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς,
12,19 Πάλαι WH Treg NIV ] Πάλιν RP • κατέναντι WH Treg NIV ] Κατενώπιον τοῦ RP
NT greco φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως ⸀ἔρις, ⸀ζῆλος, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι·
12,20 ἔρις WH NIV ] ἔρεις Treg RP • ζῆλος WH Treg NIV ] ζῆλοι RP
NT greco μὴ πάλιν ⸂ἐλθόντος μου⸃ ⸀ταπεινώσῃ ⸀με ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
12,21 ἐλθόντος μου WH Treg NIV ] ἐλθόντα με RP • ταπεινώσῃ WH NIV ] ταπεινώσει Treg RP • με WH Treg NIV ] - RP