Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Vangeli - Giovanni - 8

Giovanni

NT greco Torna al libro

AT greco

NT greco 8 8,1Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
NT greco 8,2 Ὄρθρου δὲ πάλιν ⸀παρεγένετο εἰς τὸ ἱερὸν ⸋καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν, καὶ καθίσας ἐδίδασκεν αὐτούς⸌.
NT greco 8,3Ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ⸂γυναῖκα ἐπὶ μοιχείᾳ⸃ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ
NT greco 8,4⸀λέγουσιν αὐτῷ ⸆· διδάσκαλε, ⸂αὕτη ἡ γυνὴ κατείληπται ἐπ᾿ αὐτοφώρῳ μοιχευομένη⸃·
NT greco 8,5⸂ἐν δὲ τῷ νόμῳ ⸀ἡμῖν Μωϋσῆς ἐνετείλατο⸃ τὰς τοιαύτας ⸁λιθάζειν. σὺ ⸀1οὖν τί λέγεις ⸆;
NT greco 8,6⸋τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ⸀ἔχωσιν ⸂κατηγορεῖν αὐτοῦ⸃.⸌ ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ ⸁κατέγραφεν εἰς τὴν γῆν ⸆.
NT greco 8,7ὡς δὲ ἐπέμενον ἐρωτῶντες °αὐτόν, ⸂ἀνέκυψεν καὶ⸃ εἶπεν ⸀αὐτοῖς· ὁ ἀναμάρτητος ὑμῶν πρῶτος ⸄ἐπ᾿ αὐτὴν βαλέτω λίθον⸅.
NT greco 8,8καὶ πάλιν ⸀κατακύψας ⸆ ⸁ἔγραφεν εἰς τὴν γῆν ⸇.
NT greco 8,9⸂οἱ δὲ ἀκούσαντες⸃ ⸄ἐξήρχοντο εἷς καθ᾿ εἷς⸅ ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ⸆ καὶ κατελείφθη ⸀μόνος καὶ ἡ γυνὴ ἐν μέσῳ ⸁οὖσα.
NT greco 8,10⸀ἀνακύψας δὲ ὁ Ἰησοῦς ⸆ εἶπεν ⸂αὐτῇ· γύναι,⸃ ⸄ποῦ εἰσιν⸅; οὐδείς σε κατέκρινεν;
NT greco 8,11⸂ἡ δὲ εἶπεν⸃· οὐδείς, κύριε. ⸄εἶπεν δὲ ὁ Ἰησοῦς⸅· οὐδὲ ἐγώ σε κατακρίνω· ⸀πορεύου, ⸂1[καὶ] ἀπὸ τοῦ νῦν⸃ μηκέτι ἁμάρτανε ⸆.⟧
NT greco Πάλιν οὖν αὐτοῖς ⸂ἐλάλησεν ὁ Ἰησοῦς⸃ λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ⸀ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.
8,12 ἐλάλησεν ὁ Ἰησοῦς WH Treg NIV ] ὁ Ἰησοῦς ἐλάλησεν RP • ἐμοὶ NIV RP ] μοι WH Treg
NT greco 8,13εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.
NT greco ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ⸀ἢ ποῦ ὑπάγω.
8,14 ἢ WH Treg NIV ] καὶ RP
NT greco 8,15ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα.
NT greco καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ⸀ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με πατήρ.
8,16 ἀληθινή WH Treg NIV ] ἀληθής RP
NT greco 8,17καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν.
NT greco 8,18ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ.
NT greco ἔλεγον οὖν αὐτῷ· Ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ⸂ἂν ᾔδειτε⸃.
8,19 ἂν ᾔδειτε WH Treg NIV ] ᾔδειτε ἂν RP
NT greco ταῦτα τὰ ῥήματα ⸀ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.
8,20 ἐλάλησεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
NT greco Εἶπεν οὖν πάλιν ⸀αὐτοῖς· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν.
8,21 αὐτοῖς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
NT greco 8,22ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
NT greco καὶ ⸀ἔλεγεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ ⸂τούτου τοῦ κόσμου⸃ ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου.
8,23 ἔλεγεν WH Treg NIV ] εἶπεν RP • τούτου τοῦ κόσμου WH Treg NIV ] τοῦ κόσμου τούτου RP
NT greco 8,24εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
NT greco ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; ⸀εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν ⸂ὅ τι⸃ καὶ λαλῶ ὑμῖν;
8,25 εἶπεν WH Treg NIV ] Καὶ εἶπεν RP • ὅ τι Treg NIV RP ] ὅτι WH
NT greco πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ’ ὁ πέμψας με ἀληθής ἐστιν, κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ ταῦτα ⸀λαλῶ εἰς τὸν κόσμον.
8,26 λαλῶ WH Treg NIV ] λὲγω RP
NT greco 8,27οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν.
NT greco εἶπεν ⸀οὖν ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ ⸀πατὴρ ταῦτα λαλῶ.
8,28 οὖν WH Treg NIV ] + αὐτοῖς RP NA • πατὴρ WH Treg NIV ] + μου RP
NT greco καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με ⸀μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε.
8,29 μόνον WH Treg NIV ] ὁ πατήρ RP
NT greco 8,30ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.
NT greco 8,31Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε,
NT greco 8,32καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς.
NT greco ἀπεκρίθησαν ⸂πρὸς αὐτόν⸃· Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε;
8,33 πρὸς αὐτόν WH Treg NIV ] αὐτῷ RP
NT greco 8,34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας·
NT greco ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· ⸀ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα.
8,35 ὁ WH Treg RP NA ] + δὲ NIV
NT greco 8,36ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε.
NT greco 8,37οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι, ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν.
NT greco ⸂ἃ ἐγὼ⸃ ἑώρακα παρὰ τῷ ⸀πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ⸂ἃ ἠκούσατε⸃ παρὰ ⸂τοῦ πατρὸς⸃ ποιεῖτε.
8,38 ἃ ἐγὼ WH Treg NIV ] Ἐγὼ ὃ RP • πατρὶ WH Treg NIV ] + μου RP • ἃ ἠκούσατε WH Treg NIV ] ὃ ἑωράκατε RP • τοῦ πατρὸς WH Treg NA ] + ὑμῶν NIV; τῷ πατρὶ ὑμῶν RP
NT greco Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ ⸀ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ⸀ἐποιεῖτε·
8,39 ἐστε WH Treg NA ] ἦτε NIV RP • ἐποιεῖτε Treg NIV RP ] ποιεῖτε WH
NT greco 8,40νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν.
NT greco ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. ⸀εἶπαν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας ⸂οὐ γεγεννήμεθα⸃· ἕνα πατέρα ἔχομεν τὸν θεόν.
8,41 εἶπαν WH Treg NIV ] + οὖν RP NA • οὐ γεγεννήμεθα NIV RP ] οὐκ ἐγεννήθημεν WH Treg
NT greco ⸀εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν.
8,42 εἶπεν WH Treg NIV ] + οὖν RP
NT greco 8,43διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.
NT greco ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ ⸂οὐκ ἔστηκεν⸃, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.
8,44 οὐκ ἔστηκεν WH NIV ] οὐχ ἕστηκεν Treg RP
NT greco 8,45ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι.
NT greco τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; ⸀εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;
8,46 εἰ WH Treg NIV ] + δὲ RP
NT greco 8,47ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.
NT greco ⸀Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;
8,48 Ἀπεκρίθησαν WH Treg NIV ] + οὖν RP
NT greco 8,49ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.
NT greco 8,50ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων.
NT greco ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ⸂ἐμὸν λόγον⸃ τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.
8,51 ἐμὸν λόγον WH Treg NIV ] λόγον τὸν ἐμὸν RP
NT greco ⸀εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα·
8,52 εἶπον WH Treg ] + οὖν NIV RP
NT greco μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα ⸀σεαυτὸν ποιεῖς;
8,53 σεαυτὸν WH Treg NIV ] + σὺ RP
NT greco ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ ⸀δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ⸀ἡμῶν ἐστιν,
8,54 δοξάσω WH Treg NIV ] δοξάζω RP • ἡμῶν Treg NIV RP ] ὑμῶν WH
NT greco καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν· κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ⸀ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ.
8,55 ὑμῖν WH Treg NIV ] ὑμῶν RP
NT greco 8,56Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη.
NT greco 8,57εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας;
NT greco εἶπεν ⸀αὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί.
8,58 αὐτοῖς WH Treg NIV ] + ὁ RP
NT greco ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ’ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ⸀ἱεροῦ.
8,59 ἱεροῦ WH Treg NIV ] + διελθὼν διὰ μέσου αὐτῶν καὶ παρῆγεν οὕτως RP