Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Lettere - Efesini - 5

Efesini

NT greco Torna al libro

AT greco

NT greco 5 5,1γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,
NT greco καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ⸀ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ⸀ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
5,2 ἡμᾶς RP NIV ] ὑμᾶς WH Treg • ἡμῶν RP NIV Treg ] ὑμῶν WH
NT greco Πορνεία δὲ καὶ ⸂ἀκαθαρσία πᾶσα⸃ ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
5,3 ἀκαθαρσία πᾶσα WH Treg NIV ] πᾶσα ἀκαθαρσία RP
NT greco καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ⸂ἃ οὐκ ἀνῆκεν⸃, ἀλλὰ μᾶλλον εὐχαριστία.
5,4 ἃ οὐκ ἀνῆκεν WH Treg NIV ] τὰ οὐκ ἀνήκοντα RP
NT greco τοῦτο γὰρ ⸀ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ⸀ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
5,5 ἴστε WH Treg NIV ] ἔστε RP • ὅ WH Treg NIV ] ὅς RP
NT greco 5,6Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
NT greco 5,7μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
NT greco 5,8ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε,
NT greco ὁ γὰρ καρπὸς τοῦ ⸀φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ,
5,9 φωτὸς WH Treg NIV ] πνεύματος RP
NT greco 5,10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·
NT greco 5,11καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,
NT greco 5,12τὰ γὰρ κρυφῇ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·
NT greco 5,13τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται,
NT greco 5,14πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
NT greco Βλέπετε οὖν ⸂ἀκριβῶς πῶς⸃ περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί,
5,15 ἀκριβῶς πῶς WH NIV ] πῶς ἀκριβῶς Treg RP
NT greco 5,16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
NT greco διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ ⸀συνίετε τί τὸ θέλημα τοῦ κυρίου·
5,17 συνίετε WH Treg NIV ] συνιέντες RP
NT greco 5,18καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
NT greco λαλοῦντες ⸀ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ⸀ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
5,19 ἑαυτοῖς WH Treg RP ] + ἐν NIV • ψάλλοντες WH NIV ] + ἐν Treg RP
NT greco 5,20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
NT greco 5,21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.
NT greco Αἱ γυναῖκες τοῖς ἰδίοις ⸀ἀνδράσιν ὡς τῷ κυρίῳ,
5,22 ἀνδράσιν WH NIV ] + ὑποτασσέσθωσαν Treg; + ὑποτάσσεσθε RP
NT greco ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, ⸀αὐτὸς σωτὴρ τοῦ σώματος.
5,23 αὐτὸς WH Treg NIV ] καὶ αὐτὸς ἐστιν RP
NT greco ἀλλὰ ⸀ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες ⸀τοῖς ἀνδράσιν ἐν παντί.
5,24 ὡς WH Treg NIV ] ὡσπερ RP • τοῖς WH Treg NIV ] + ἰδίοις RP
NT greco Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς ⸀γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
5,25 γυναῖκας WH Treg NIV ] + ἑαυτῶν RP
NT greco 5,26ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
NT greco ἵνα παραστήσῃ ⸀αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.
5,27 αὐτὸς WH Treg NIV ] αὐτὴν RP
NT greco οὕτως ὀφείλουσιν ⸀καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,
5,28 καὶ WH Treg NIV ] - RP
NT greco οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ⸀Χριστὸς τὴν ἐκκλησίαν,
5,29 Χριστὸς WH Treg NIV ] κύριος RP
NT greco ὅτι μέλη ἐσμὲν τοῦ σώματος ⸀αὐτοῦ.
5,30 αὐτοῦ WH Treg NIV ] + ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ RP
NT greco ἀντὶ τούτου καταλείψει ἄνθρωπος ⸀τὸν ⸀πατέρα καὶ ⸀τὴν μητέρα καὶ προσκολληθήσεται ⸂τῇ γυναικὶ⸃ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
5,31 τὸν WH NIV RP ] - Treg • πατέρα WH Treg NIV ] + αὐτοῦ RP • τὴν WH NIV RP ] - Treg • τῇ γυναικὶ Treg ] πρὸς τὴν γυναῖκα WH NIV RP
NT greco 5,32τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
NT greco 5,33πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.