Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Vangeli - Matteo - 15

Matteo

NT greco Torna al libro

AT greco

NT greco 15 Τότε προσέρχονται τῷ ⸀Ἰησοῦ ἀπὸ Ἱεροσολύμων ⸂Φαρισαῖοι καὶ γραμματεῖς⸃ λέγοντες
15,1 Ἰησοῦ WH Treg NIV ] + οἱ RP • Φαρισαῖοι καὶ γραμματεῖς WH Treg NIV ] γραμματεῖς καὶ Φαρισαῖοι RP
NT greco Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας ⸀αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν.
15,2 αὐτῶν Treg NIV RP ] - WH
NT greco 15,3ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
NT greco ὁ γὰρ θεὸς ⸀εἶπεν· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
15,4 εἶπεν WH Treg NIV ] ἐνετείλατο λέγων RP
NT greco 15,5ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
NT greco ⸀οὐ μὴ ⸀τιμήσει τὸν πατέρα ⸀αὐτοῦ· καὶ ἠκυρώσατε ⸂τὸν λόγον⸃ τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
15,6 οὐ WH Treg NIV ] καὶ οὐ RP • τιμήσει WH Treg NIV ] τιμήσῃ RP • αὐτοῦ WH NIV ] + ἢ τὴν μητέρα αὐτοῦ Treg RP • τὸν λόγον WH Treg NIV ] τὴν ἐντολὴν RP
NT greco 15,7ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων·
NT greco ⸂Ὁ λαὸς οὗτος⸃ τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ·
15,8 Ὁ λαὸς οὗτος WH Treg NIV ] Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ RP
NT greco 15,9μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
NT greco 15,10Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· Ἀκούετε καὶ συνίετε·
NT greco 15,11οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
NT greco Τότε προσελθόντες οἱ ⸀μαθηταὶ ⸀λέγουσιν αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;
15,12 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP • λέγουσιν WH Treg NIV ] εἶπον RP
NT greco 15,13ὁ δὲ ἀποκριθεὶς εἶπεν· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.
NT greco ἄφετε αὐτούς· ⸂τυφλοί εἰσιν ὁδηγοί τυφλῶν⸃· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
15,14 τυφλοί εἰσιν ὁδηγοί τυφλῶν Treg NA ] τυφλοί εἰσιν ὁδηγοί WH NIV; ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν RP
NT greco Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολήν ⸀ταύτην.
15,15 ταύτην NIV RP ] - WH Treg
NT greco ὁ ⸀δὲ εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
15,16 δὲ WH Treg NIV ] + Ἰησοῦς RP
NT greco ⸀οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
15,17 οὐ WH Treg NIV ] Οὔπω RP
NT greco 15,18τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
NT greco 15,19ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.
NT greco 15,20ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
NT greco 15,21Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
NT greco καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ⸀ἔκραζεν λέγουσα· Ἐλέησόν με, κύριε ⸀υἱὸς Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
15,22 ἔκραζεν WH Treg NIV ] ἐκραύγασεν αὐτῷ RP • υἱὸς WH Treg NIV ] υἱὲ RP
NT greco ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ⸀ἠρώτουν αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
15,23 ἠρώτουν WH Treg NIV ] ἠρώτων RP
NT greco 15,24ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
NT greco ἡ δὲ ἐλθοῦσα ⸀προσεκύνει αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι.
15,25 προσεκύνει WH Treg NIV ] προσεκύνησεν RP
NT greco 15,26ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
NT greco 15,27ἡ δὲ εἶπεν· Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
NT greco 15,28τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
NT greco 15,29Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.
NT greco καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν ⸂κωφούς, τυφλούς, χωλούς, κυλλούς⸃, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας ⸀αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς·
15,30 κωφούς, τυφλούς, χωλούς, κυλλούς Holmes ] χωλούς, κυλλούς, τυφλούς, κωφούς WH; χωλούς, τυφλούς, κωφούς, κυλλούς Treg RP; χωλούς, τυφλούς, κυλλούς, κωφούς NIV • αὐτοῦ WH Treg NIV ] τοῦ Ἰησοῦ RP
NT greco ὥστε ⸂τὸν ὄχλον⸃ θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας ⸂κυλλοὺς ὑγιεῖς⸃ ⸀καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.
15,31 τὸν ὄχλον WH NIV ] τοὺς ὄχλους Treg RP • κυλλοὺς ὑγιεῖς Treg NIV RP ] - WH • καὶ WH Treg NIV ] - RP
NT greco 15,32Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.
NT greco καὶ λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
15,33 μαθηταί WH NIV ] + αὐτοῦ Treg RP
NT greco 15,34καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.
NT greco καὶ ⸀παραγγείλας ⸂τῷ ὄχλῳ⸃ ἀναπεσεῖν ἐπὶ τὴν γῆν
15,35 παραγγείλας WH Treg NIV ] ἐκέλευσεν RP • τῷ ὄχλῳ WH Treg NIV ] τοῖς ὄχλοις RP
NT greco ⸀ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας ⸀καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀ἐδίδου τοῖς ⸀μαθηταῖς οἱ δὲ μαθηταὶ ⸂τοῖς ὄχλοις⸃.
15,36 ἔλαβεν WH Treg NIV ] καὶ λαβὼν RP • καὶ WH Treg NIV ] - RP • ἐδίδου WH Treg NIV ] ἔδωκεν RP • μαθηταῖς WH NIV ] + αὐτοῦ Treg RP • τοῖς ὄχλοις WH Treg NIV ] τῷ ὄχλῷ RP
NT greco καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ⸂τὸ περισσεῦον τῶν κλασμάτων ἦραν⸃ ἑπτὰ σπυρίδας πλήρεις.
15,37 τὸ … κλασμάτων ἦραν WH Treg NIV ] ἦραν τὸ … κλασμάτων RP
NT greco 15,38οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων.
NT greco καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια ⸀Μαγαδάν.
15,39 Μαγαδάν WH Treg NIV ] Μαγδαλά RP