Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_NT

NT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
BibbiaEDU-logo

NT greco - Nuovo Testamento - Vangeli - Marco - 4

Marco

NT greco Torna al libro

AT greco

NT greco 4 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ ⸀συνάγεται πρὸς αὐτὸν ὄχλος ⸀πλεῖστος, ὥστε αὐτὸν ⸂εἰς πλοῖον ἐμβάντα⸃ καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ⸀ἦσαν.
4,1 συνάγεται WH Treg NIV ] συνήχθη RP • πλεῖστος WH Treg NIV ] πολύς RP • εἰς πλοῖον ἐμβάντα WH Treg NIV ] ἐμβάντα εἰς τὸ πλοῖον RP • ἦσαν WH Treg NIV ] ἦν RP
NT greco 4,2καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·
NT greco Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ ⸀σπείρων σπεῖραι.
4,3 σπείρων WH NIV ] + τοῦ Treg RP
NT greco 4,4καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό.
NT greco ⸂καὶ ἄλλο⸃ ἔπεσεν ἐπὶ τὸ πετρῶδες ⸀ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ ⸀εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
4,5 καὶ ἄλλο WH Treg NIV ] Ἄλλο δὲ RP • ὅπου NIV RP ] καὶ ὅπου WH Treg • εὐθὺς WH Treg NIV ] εὐθέως RP
NT greco ⸂καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος⸃ ⸀ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
4,6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος WH Treg NIV ] ἡλίου δὲ ἀνατείλαντος RP • ἐκαυματίσθη WH RP NA ] ἐκαυματίσθησαν Treg NIV
NT greco 4,7καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.
NT greco καὶ ⸀ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ ⸀αὐξανόμενα, καὶ ἔφερεν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν⸃ ἑκατόν.
4,8 ἄλλα WH NIV ] ἄλλο Treg RP • αὐξανόμενα WH NIV ] αὐξανόμενον Treg; αὐξάνοντα RP • ἓν … ἓν … ἓν NIV ] εἰς … ἐν … ἐν WH; εἰς … εἰς … εἰς Treg; ἐν … ἐν … ἐν RP
NT greco καὶ ἔλεγεν· ⸂Ὃς ἔχει⸃ ὦτα ἀκούειν ἀκουέτω.
4,9 Ὃς ἔχει WH Treg NIV ] Ὃ ἔχων RP
NT greco ⸂Καὶ ὅτε⸃ ἐγένετο κατὰ μόνας, ⸀ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα ⸂τὰς παραβολάς⸃.
4,10 Καὶ ὅτε WH Treg NIV ] Ὅτε δὲ RP • ἠρώτων WH Treg NIV ] ἠρώτησαν RP • τὰς παραβολάς WH Treg NIV ] τὴν παραβολήν RP
NT greco καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν ⸂τὸ μυστήριον δέδοται⸃ τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται,
4,11 τὸ μυστήριον δέδοται WH Treg NIV ] δέδοται γνῶναι τὸ μυστήριον RP
NT greco ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ ⸀αὐτοῖς.
4,12 αὐτοῖς WH Treg NIV ] + τὰ ἁμαρτήματα RP
NT greco 4,13Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;
NT greco 4,14ὁ σπείρων τὸν λόγον σπείρει.
NT greco οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν ⸀εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ⸂εἰς αὐτούς⸃.
4,15 εὐθὺς WH Treg NIV ] εὐθέως RP • εἰς αὐτούς WH Treg NIV ] ἐν ταῖς καρδίαις αὐτῶν RP
NT greco καὶ οὗτοί εἰσιν ⸀ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον ⸀εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,
4,16 ὁμοίως WH Treg NIV RP ] - NA • εὐθὺς WH Treg NIV ] εὐθέως RP
NT greco καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον ⸀εὐθὺς σκανδαλίζονται.
4,17 εὐθὺς WH Treg NIV ] εὐθέως RP
NT greco καὶ ⸀ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· ⸂οὗτοί εἰσιν⸃ οἱ τὸν λόγον ⸀ἀκούσαντες,
4,18 ἄλλοι WH Treg NIV ] οὗτοί RP • οὗτοί εἰσιν WH Treg NIV ] - RP • ἀκούσαντες WH Treg NIV ] ἀκούοντες RP
NT greco καὶ αἱ μέριμναι τοῦ ⸀αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
4,19 αἰῶνος WH Treg NA ] + τούτου RP; βίου NIV
NT greco καὶ ⸀ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν⸃ ἑκατόν.
4,20 ἐκεῖνοί WH Treg NIV ] οὗτοί RP • ἓν … ἓν … ἓν NIV ] ἐν … ἐν … ἐν WH Treg RP
NT greco Καὶ ἔλεγεν ⸀αὐτοῖς· Μήτι ⸂ἔρχεται ὁ λύχνος⸃ ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ⸀τεθῇ;
4,21 αὐτοῖς Treg NIV RP ] + ὅτι WH • ἔρχεται ὁ λύχνος WH Treg NIV ] ὁ λύχνος ἔρχεται RP • τεθῇ WH Treg NIV ] ἐπιτεθῇ RP
NT greco οὐ γάρ ἐστιν ⸀κρυπτὸν ἐὰν μὴ ⸀ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ’ ἵνα ⸂ἔλθῃ εἰς φανερόν⸃.
4,22 κρυπτὸν WH Treg NIV ] τι κρυπτόν, ὃ RP • ἵνα WH NIV ] - Treg RP • ἔλθῃ εἰς φανερόν WH Treg NIV ] εἰς φανερὸν ἔλθῃ RP
NT greco 4,23εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
NT greco καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ⸀ὑμῖν.
4,24 ὑμῖν WH Treg NIV ] + τοῖς ἀκούουσιν RP
NT greco ὃς γὰρ ⸀ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ⸀ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ.
4,25 ἔχει WH Treg NIV ] ἂν ἔχῃ RP • ὃ WH NIV RP ] ὃς Treg
NT greco Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ⸀ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς
4,26 ὡς WH Treg NIV ] + ἐὰν RP
NT greco καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος ⸀βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.
4,27 βλαστᾷ WH Treg NIV ] βλαστάνῃ RP
NT greco ⸀αὐτομάτη ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, ⸂εἶτα στάχυν, εἶτα⸃ ⸂πλήρης σῖτον⸃ ἐν τῷ στάχυϊ.
4,28 αὐτομάτη WH Treg NIV ] + γὰρ RP • εἶτα … εἶτα Treg NIV RP ] εἶτεν … εἶτεν WH • πλήρης σῖτον NIV ] πλήρη σῖτον WH RP; πλήρης σῖτος Treg
NT greco ὅταν δὲ ⸀παραδοῖ ὁ καρπός, ⸀εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
4,29 παραδοῖ WH Treg NIV ] παραδῷ RP • εὐθὺς WH Treg NIV ] εὐθέως RP
NT greco Καὶ ἔλεγεν· ⸀Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν ⸀τίνι ⸂αὐτὴν παραβολῇ θῶμεν⸃;
4,30 Πῶς WH Treg NIV ] Τίνι RP • τίνι WH Treg NIV ] ποίᾳ RP • αὐτὴν παραβολῇ θῶμεν WH Treg NIV ] παραβολῇ παραβάλωμεν αὐτήν RP
NT greco ὡς ⸀κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, ⸂μικρότερον ὂν⸃ πάντων τῶν ⸀σπερμάτων τῶν ἐπὶ τῆς γῆς—
4,31 κόκκῳ WH NIV ] κόκκον Treg RP • μικρότερον ὂν WH Treg NIV ] μικρότερος RP •  σπερμάτων WH Treg NIV ] + ἐστὶν RP
NT greco καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται ⸂μεῖζον πάντων τῶν λαχάνων⸃ καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.
4,32 μεῖζον πάντων τῶν λαχάνων WH NIV ] μείζων πάντων τῶν λαχάνων Treg; πάντων τῶν λαχάνων μείζων RP
NT greco 4,33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν·
NT greco χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ’ ἰδίαν δὲ τοῖς ⸂ἰδίοις μαθηταῖς⸃ ἐπέλυεν πάντα.
4,34 ἰδίοις μαθηταῖς WH NIV ] μαθηταῖς αὐτοῦ Treg RP
NT greco 4,35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν.
NT greco καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα ⸀πλοῖα ἦν μετ’ αὐτοῦ.
4,36 πλοῖα WH Treg NIV ] δὲ πλοιάρια RP
NT greco καὶ γίνεται λαῖλαψ ⸂μεγάλη ἀνέμου⸃, ⸂καὶ τὰ⸃ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ⸂ἤδη γεμίζεσθαι τὸ πλοῖον⸃.
4,37 μεγάλη ἀνέμου WH Treg NIV ] ἀνέμου μεγάλη RP • καὶ τὰ WH Treg NIV ] τὰ δὲ RP • ἤδη γεμίζεσθαι τὸ πλοῖον WH Treg NIV ] αὐτὸ ἤδη γεμίζεσθα RP
NT greco καὶ ⸂αὐτὸς ἦν⸃ ⸀ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ⸀ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;
4,38 αὐτὸς ἦν WH NIV ] ἦν αὐτὸς Treg RP • ἐν WH Treg NIV ] ἐπὶ RP • ἐγείρουσιν WH Treg NIV ] διεγείρουσιν RP
NT greco 4,39καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
NT greco καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; ⸀οὔπω ἔχετε πίστιν;
4,40 οὔπω WH Treg NIV ] οὕτως Πῶς οὐκ RP
NT greco καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ⸀ὑπακούει αὐτῷ;
4,41 ὑπακούει WH Treg NIV ] ὑπακούουσιν RP