Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Cantico dei Cantici - 7

Cantico dei Cantici

AT greco Torna al libro

NT greco

AT greco 7 7,1ἐπίστρεφε ἐπίστρεφε ἡ Σουλαμῖτις ἐπίστρεφε ἐπίστρεφε καὶ ὀψόμεθα ἐν σοί τί ὄψεσθε ἐν τῇ Σουλαμίτιδι ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν
AT greco 7,2τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν θύγατερ Ναδαβ ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις ἔργῳ χειρῶν τεχνίτου
AT greco 7,3ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κρᾶμα κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις
AT greco 7,4δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος
AT greco 7,5τράχηλός σου ὡς πύργος ἐλεφάντινος ὀφθαλμοί σου ὡς λίμναι ἐν Εσεβων ἐν πύλαις θυγατρὸς πολλῶν μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ
AT greco 7,6κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς
AT greco 7,7τί ὡραιώθης καὶ τί ἡδύνθης ἀγάπη ἐν τρυφαῖς σου
AT greco 7,8τοῦτο μέγεθός σου ὡμοιώθη τῷ φοίνικι καὶ οἱ μαστοί σου τοῖς βότρυσιν
AT greco 7,9εἶπα ἀναβήσομαι ἐν τῷ φοίνικι κρατήσω τῶν ὕψεων αὐτοῦ καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα
AT greco 7,10καὶ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθὸς πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύθητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν
AT greco 7,11ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ἐπ’ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ
AT greco 7,12ἐλθέ ἀδελφιδέ μου ἐξέλθωμεν εἰς ἀγρόν αὐλισθῶμεν ἐν κώμαις
AT greco 7,13ὀρθρίσωμεν εἰς ἀμπελῶνας ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος ἤνθησεν ὁ κυπρισμός ἤνθησαν αἱ ῥόαι ἐκεῖ δώσω τοὺς μαστούς μου σοί
AT greco 7,14οἱ μανδραγόραι ἔδωκαν ὀσμήν καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα νέα πρὸς παλαιά ἀδελφιδέ μου ἐτήρησά σοι