Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - Giosuè B (Codice Vaticano) - 15

Giosuè B (Codice Vaticano)

AT greco Torna al libro

NT greco

AT greco 15 15,1καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ιουδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σιν ἕως Καδης πρὸς λίβα
AT greco 15,2καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα
AT greco 15,3καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ακραβιν καὶ ἐκπεριπορεύεται Σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Καδης Βαρνη καὶ ἐκπορεύεται Ασωρων καὶ προσαναβαίνει εἰς Αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς Καδης
AT greco 15,4καὶ πορεύεται ἐπὶ Ασεμωνα καὶ διεκβαλεῖ ἕως φάραγγος Αἰγύπτου καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός
AT greco 15,5καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ιορδάνου καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ιορδάνου
AT greco 15,6ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλα καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιθαραβα καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιων υἱοῦ Ρουβην
AT greco 15,7καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Αχωρ καὶ καταβαίνει ἐπὶ Γαλγαλ ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως Αδδαμιν ἥ ἐστιν κατὰ λίβα τῇ φάραγγι καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ρωγηλ
AT greco 15,8καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ονομ ἐπὶ νώτου Ιεβους ἀπὸ λιβός αὕτη ἐστὶν Ιερουσαλημ καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Ονομ πρὸς θαλάσσης ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαϊν ἐπὶ βορρᾶ
AT greco 15,9καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος Εφρων καὶ ἐξάξει τὸ ὅριον εἰς Βααλ αὕτη ἐστὶν πόλις Ιαριμ
AT greco 15,10καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου πόλιν Ιαριμ ἀπὸ βορρᾶ αὕτη ἐστὶν Χασλων καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα
AT greco 15,11καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ακκαρων ἐπὶ βορρᾶν καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σακχαρωνα καὶ παρελεύσεται ὄρος τῆς Βαλα καὶ διεκβαλεῖ ἐπὶ Ιαβνηλ καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν
AT greco 15,12καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ ταῦτα τὰ ὅρια υἱῶν Ιουδα κύκλῳ κατὰ δήμους αὐτῶν
AT greco 15,13καὶ τῷ Χαλεβ υἱῷ Ιεφοννη ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ιουδα διὰ προστάγματος τοῦ θεοῦ καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Αρβοκ μητρόπολιν Ενακ αὕτη ἐστὶν Χεβρων
AT greco 15,14καὶ ἐξωλέθρευσεν ἐκεῖθεν Χαλεβ υἱὸς Ιεφοννη τοὺς τρεῖς υἱοὺς Ενακ τὸν Σουσι καὶ τὸν Θολμι καὶ τὸν Αχιμα
AT greco 15,15καὶ ἀνέβη ἐκεῖθεν Χαλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβιρ τὸ δὲ ὄνομα Δαβιρ ἦν τὸ πρότερον Πόλις γραμμάτων
AT greco 15,16καὶ εἶπεν Χαλεβ ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς δώσω αὐτῷ τὴν Αχσαν θυγατέρα μου εἰς γυναῖκα
AT greco 15,17καὶ ἔλαβεν αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν Αχσαν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα
AT greco 15,18καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα αἰτήσομαι τὸν πατέρα μου ἀγρόν καὶ ἐβόησεν ἐκ τοῦ ὄνου καὶ εἶπεν αὐτῇ Χαλεβ τί ἐστίν σοι
AT greco 15,19καὶ εἶπεν αὐτῷ δός μοι εὐλογίαν ὅτι εἰς γῆν Ναγεβ δέδωκάς με δός μοι τὴν Γολαθμαιν καὶ ἔδωκεν αὐτῇ Χαλεβ τὴν Γολαθμαιν τὴν ἄνω καὶ τὴν Γολαθμαιν τὴν κάτω
AT greco 15,20αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ιουδα
AT greco 15,21ἐγενήθησαν δὲ αἱ πόλεις αὐτῶν πόλις πρώτη φυλῆς υἱῶν Ιουδα ἐφ’ ὁρίων Εδωμ ἐπὶ τῆς ἐρήμου Καιβαισελεηλ καὶ Αρα καὶ Ασωρ
AT greco 15,22καὶ Ικαμ καὶ Ρεγμα καὶ Αρουηλ
AT greco 15,23καὶ Καδης καὶ Ασοριωναιν
AT greco 15,24καὶ Μαιναμ καὶ Βαλμαιναν καὶ αἱ κῶμαι αὐτῶν
AT greco 15,25καὶ αἱ πόλεις Ασερων αὕτη Ασωρ
AT greco 15,26καὶ Σην καὶ Σαλμαα καὶ Μωλαδα
AT greco 15,27καὶ Σερι καὶ Βαιφαλαδ
AT greco 15,28καὶ Χολασεωλα καὶ Βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν
AT greco 15,29Βαλα καὶ Βακωκ καὶ Ασομ
AT greco 15,30καὶ Ελβωυδαδ καὶ Βαιθηλ καὶ Ερμα
AT greco 15,31καὶ Σεκελακ καὶ Μαχαριμ καὶ Σεθεννακ
AT greco 15,32καὶ Λαβως καὶ Σαλη καὶ Ερωμωθ πόλεις κθʹ καὶ αἱ κῶμαι αὐτῶν
AT greco 15,33ἐν τῇ πεδινῇ Ασταωλ καὶ Ραα καὶ Ασσα
AT greco 15,34καὶ Ραμεν καὶ Τανω καὶ Ιλουθωθ καὶ Μαιανι
AT greco 15,35καὶ Ιερμουθ καὶ Οδολλαμ καὶ Μεμβρα καὶ Σαωχω καὶ Αζηκα
AT greco 15,36καὶ Σακαριμ καὶ Γαδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς πόλεις δέκα τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν
AT greco 15,37Σεννα καὶ Αδασαν καὶ Μαγαδαγαδ
AT greco 15,38καὶ Δαλαλ καὶ Μασφα καὶ Ιακαρεηλ
AT greco 15,39καὶ Λαχης καὶ Βασηδωθ καὶ Ιδεαδαλεα
AT greco 15,40καὶ Χαβρα καὶ Μαχες καὶ Μααχως
AT greco 15,41καὶ Γεδδωρ καὶ Βαγαδιηλ καὶ Νωμαν καὶ Μακηδαν πόλεις δεκαὲξ καὶ αἱ κῶμαι αὐτῶν
AT greco 15,42Λεμνα καὶ Ιθακ
AT greco 15,43καὶ Ανωχ καὶ Ιανα καὶ Νασιβ
AT greco 15,44καὶ Κεϊλαμ καὶ Ακιεζι καὶ Κεζιβ καὶ Βαθησαρ καὶ Αιλων πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν
AT greco 15,45Ακκαρων καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν
AT greco 15,46ἀπὸ Ακκαρων Γεμνα καὶ πᾶσαι ὅσαι εἰσὶν πλησίον Ασηδωθ καὶ αἱ κῶμαι αὐτῶν
AT greco 15,47Ασιεδωθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει
AT greco 15,48καὶ ἐν τῇ ὀρεινῇ Σαμιρ καὶ Ιεθερ καὶ Σωχα
AT greco 15,49καὶ Ρεννα καὶ Πόλις γραμμάτων αὕτη Δαβιρ
AT greco 15,50καὶ Ανων καὶ Εσκαιμαν καὶ Αισαμ
AT greco 15,51καὶ Γοσομ καὶ Χαλου καὶ Χαννα πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν
AT greco 15,52Αιρεμ καὶ Ρεμνα καὶ Σομα
AT greco 15,53καὶ Ιεμαϊν καὶ Βαιθαχου καὶ Φακουα
AT greco 15,54καὶ Ευμα καὶ πόλις Αρβοκ αὕτη ἐστὶν Χεβρων καὶ Σωρθ πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν
AT greco 15,55Μαωρ καὶ Χερμελ καὶ Οζιβ καὶ Ιταν
AT greco 15,56καὶ Ιαριηλ καὶ Ιαρικαμ καὶ Ζακαναϊμ
AT greco 15,57καὶ Γαβαα καὶ Θαμναθα πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν
AT greco 15,58Αλουα καὶ Βαιθσουρ καὶ Γεδδων
AT greco 15,59Θεκω καὶ Εφραθα αὕτη ἐστὶν Βαιθλεεμ καὶ Φαγωρ καὶ Αιταν καὶ Κουλον καὶ Ταταμ καὶ Εωβης καὶ Καρεμ καὶ Γαλεμ καὶ Θεθηρ καὶ Μανοχω πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν
AT greco 15,60Καριαθβααλ αὕτη ἡ πόλις Ιαριμ καὶ Σωθηβα πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν
AT greco 15,61καὶ Βαδδαργις καὶ Θαραβααμ καὶ Αινων καὶ Αιχιοζα
AT greco 15,62καὶ Ναφλαζων καὶ αἱ πόλεις Σαδωμ καὶ Ανκαδης πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν
AT greco 15,63καὶ ὁ Ιεβουσαῖος κατῴκει ἐν Ιερουσαλημ καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ιουδα ἀπολέσαι αὐτούς καὶ κατῴκησαν οἱ Ιεβουσαῖοι ἐν Ιερουσαλημ ἕως τῆς ἡμέρας ἐκείνης