Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
BibbiaEDU-logo

AT greco - Antico Testamento - Pentateuco - Levitico - 9

Levitico

AT greco Torna al libro

NT greco

AT greco 9 9,1καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐκάλεσεν Μωυσῆς Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν γερουσίαν Ισραηλ
AT greco 9,2καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων λαβὲ σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα ἄμωμα καὶ προσένεγκε αὐτὰ ἔναντι κυρίου
AT greco 9,3καὶ τῇ γερουσίᾳ Ισραηλ λάλησον λέγων λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ μοσχάριον καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν ἄμωμα
AT greco 9,4καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι κυρίου καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ ὅτι σήμερον κύριος ὀφθήσεται ἐν ὑμῖν
AT greco 9,5καὶ ἔλαβον καθὸ ἐνετείλατο Μωυσῆς ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ προσῆλθεν πᾶσα συναγωγὴ καὶ ἔστησαν ἔναντι κυρίου
AT greco 9,6καὶ εἶπεν Μωυσῆς τοῦτο τὸ ῥῆμα ὃ εἶπεν κύριος ποιήσατε καὶ ὀφθήσεται ἐν ὑμῖν δόξα κυρίου
AT greco 9,7καὶ εἶπεν Μωυσῆς τῷ Ααρων πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν καθάπερ ἐνετείλατο κύριος τῷ Μωυσῇ
AT greco 9,8καὶ προσῆλθεν Ααρων πρὸς τὸ θυσιαστήριον καὶ ἔσφαξεν τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας
AT greco 9,9καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν καὶ ἔβαψεν τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου
AT greco 9,10καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον ὃν τρόπον ἐνετείλατο κύριος τῷ Μωυσῇ
AT greco 9,11καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς
AT greco 9,12καὶ ἔσφαξεν τὸ ὁλοκαύτωμα καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλῳ
AT greco 9,13καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτῷ κατὰ μέλη αὐτὰ καὶ τὴν κεφαλήν καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον
AT greco 9,14καὶ ἔπλυνεν τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον
AT greco 9,15καὶ προσήνεγκαν τὸ δῶρον τοῦ λαοῦ καὶ ἔλαβεν τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ καὶ ἔσφαξεν αὐτὸ καθὰ καὶ τὸ πρῶτον
AT greco 9,16καὶ προσήνεγκεν τὸ ὁλοκαύτωμα καὶ ἐποίησεν αὐτό ὡς καθήκει
AT greco 9,17καὶ προσήνεγκεν τὴν θυσίαν καὶ ἔπλησεν τὰς χεῖρας ἀπ’ αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωινοῦ
AT greco 9,18καὶ ἔσφαξεν τὸν μόσχον καὶ τὸν κριὸν τῆς θυσίας τοῦ σωτηρίου τῆς τοῦ λαοῦ καὶ προσήνεγκαν οἱ υἱοὶ Ααρων τὸ αἷμα πρὸς αὐτόν καὶ προσέχεεν πρὸς τὸ θυσιαστήριον κύκλῳ
AT greco 9,19καὶ τὸ στέαρ τὸ ἀπὸ τοῦ μόσχου καὶ τοῦ κριοῦ τὴν ὀσφὴν καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τῆς κοιλίας καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος
AT greco 9,20καὶ ἐπέθηκεν τὰ στέατα ἐπὶ τὰ στηθύνια καὶ ἀνήνεγκαν τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον
AT greco 9,21καὶ τὸ στηθύνιον καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφεῖλεν Ααρων ἀφαίρεμα ἔναντι κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
AT greco 9,22καὶ ἐξάρας Ααρων τὰς χεῖρας ἐπὶ τὸν λαὸν εὐλόγησεν αὐτούς καὶ κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου
AT greco 9,23καὶ εἰσῆλθεν Μωυσῆς καὶ Ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαόν καὶ ὤφθη ἡ δόξα κυρίου παντὶ τῷ λαῷ
AT greco 9,24καὶ ἐξῆλθεν πῦρ παρὰ κυρίου καὶ κατέφαγεν τὰ ἐπὶ τοῦ θυσιαστηρίου τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα καὶ εἶδεν πᾶς ὁ λαὸς καὶ ἐξέστη καὶ ἔπεσαν ἐπὶ πρόσωπον