Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Profetici - Osea - 4

Osea

AT greco Torna al libro

NT greco

AT greco 4 4,1ἀκούσατε λόγον κυρίου υἱοὶ Ισραηλ διότι κρίσις τῷ κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς
AT greco 4,2ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς καὶ αἵματα ἐφ’ αἵμασιν μίσγουσιν
AT greco 4,3διὰ τοῦτο πενθήσει ἡ γῆ καὶ σμικρυνθήσεται σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν σὺν τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης ἐκλείψουσιν
AT greco 4,4ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέγχῃ μηδείς ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς
AT greco 4,5καὶ ἀσθενήσεις ἡμέρας καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σοῦ νυκτὶ ὡμοίωσα τὴν μητέρα σου
AT greco 4,6ὡμοιώθη ὁ λαός μου ὡς οὐκ ἔχων γνῶσιν ὅτι σὺ ἐπίγνωσιν ἀπώσω κἀγὼ ἀπώσομαι σὲ τοῦ μὴ ἱερατεύειν μοι καὶ ἐπελάθου νόμον θεοῦ σου κἀγὼ ἐπιλήσομαι τέκνων σου
AT greco 4,7κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι
AT greco 4,8ἁμαρτίας λαοῦ μου φάγονται καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήμψονται τὰς ψυχὰς αὐτῶν
AT greco 4,9καὶ ἔσται καθὼς ὁ λαὸς οὕτως καὶ ὁ ἱερεύς καὶ ἐκδικήσω ἐπ’ αὐτὸν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ
AT greco 4,10καὶ φάγονται καὶ οὐ μὴ ἐμπλησθῶσιν ἐπόρνευσαν καὶ οὐ μὴ κατευθύνωσιν διότι τὸν κύριον ἐγκατέλιπον τοῦ φυλάξαι
AT greco 4,11πορνείαν καὶ οἶνον καὶ μέθυσμα ἐδέξατο καρδία λαοῦ μου
AT greco 4,12ἐν συμβόλοις ἐπηρώτων καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ πνεύματι πορνείας ἐπλανήθησαν καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ θεοῦ αὐτῶν
AT greco 4,13ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος ὅτι καλὸν σκέπη διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμῶν καὶ αἱ νύμφαι ὑμῶν μοιχεύσουσιν
AT greco 4,14καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύωσιν καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύωσιν διότι καὶ αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο καὶ μετὰ τῶν τετελεσμένων ἔθυον καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο μετὰ πόρνης
AT greco 4,15σὺ δέ Ισραηλ μὴ ἀγνόει καὶ Ιουδα μὴ εἰσπορεύεσθε εἰς Γαλγαλα καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ων καὶ μὴ ὀμνύετε ζῶντα κύριον
AT greco 4,16ὅτι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ισραηλ νῦν νεμήσει αὐτοὺς κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ
AT greco 4,17μέτοχος εἰδώλων Εφραιμ ἔθηκεν ἑαυτῷ σκάνδαλα
AT greco 4,18ᾑρέτισεν Χαναναίους πορνεύοντες ἐξεπόρνευσαν ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτῶν
AT greco 4,19συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς καὶ καταισχυνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν