Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Profetici - Sofonia - 2

Sofonia

AT greco Torna al libro

NT greco

AT greco 2 2,1συνάχθητε καὶ συνδέθητε τὸ ἔθνος τὸ ἀπαίδευτον
AT greco 2,2πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον πρὸ τοῦ ἐπελθεῖν ἐφ’ ὑμᾶς ὀργὴν κυρίου πρὸ τοῦ ἐπελθεῖν ἐφ’ ὑμᾶς ἡμέραν θυμοῦ κυρίου
AT greco 2,3ζητήσατε τὸν κύριον πάντες ταπεινοὶ γῆς κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε καὶ ἀποκρίνεσθε αὐτά ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς κυρίου
AT greco 2,4διότι Γάζα διηρπασμένη ἔσται καὶ Ἀσκαλὼν ἔσται εἰς ἀφανισμόν καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται καὶ Ακκαρων ἐκριζωθήσεται
AT greco 2,5οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης πάροικοι Κρητῶν λόγος κυρίου ἐφ’ ὑμᾶς Χανααν γῆ ἀλλοφύλων καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας
AT greco 2,6καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων
AT greco 2,7καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ιουδα ἐπ’ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκαλῶνος δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ιουδα ὅτι ἐπέσκεπται αὐτοὺς κύριος ὁ θεὸς αὐτῶν καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν
AT greco 2,8ἤκουσα ὀνειδισμοὺς Μωαβ καὶ κονδυλισμοὺς υἱῶν Αμμων ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου
AT greco 2,9διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος τῶν δυνάμεων ὁ θεὸς Ισραηλ διότι Μωαβ ὡς Σοδομα ἔσται καὶ οἱ υἱοὶ Αμμων ὡς Γομορρα καὶ Δαμασκὸς ἐκλελειμμένη ὡς θιμωνιὰ ἅλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς
AT greco 2,10αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα
AT greco 2,11ἐπιφανήσεται κύριος ἐπ’ αὐτοὺς καὶ ἐξολεθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν
AT greco 2,12καὶ ὑμεῖς Αἰθίοπες τραυματίαι ῥομφαίας μού ἐστε
AT greco 2,13καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ ἀπολεῖ τὸν Ἀσσύριον καὶ θήσει τὴν Νινευη εἰς ἀφανισμὸν ἄνυδρον ὡς ἔρημον
AT greco 2,14καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς διότι κέδρος τὸ ἀνάστημα αὐτῆς
AT greco 2,15αὕτη ἡ πόλις ἡ φαυλίστρια ἡ κατοικοῦσα ἐπ’ ἐλπίδι ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν μετ’ ἐμὲ ἔτι πῶς ἐγενήθη εἰς ἀφανισμόν νομὴ θηρίων πᾶς ὁ διαπορευόμενος δι’ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ