Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Siracide - 7

Siracide

AT greco Torna al libro

NT greco

AT greco 7 7,1μὴ ποίει κακά καὶ οὐ μή σε καταλάβῃ κακόν
AT greco 7,2ἀπόστηθι ἀπὸ ἀδίκου καὶ ἐκκλινεῖ ἀπὸ σοῦ
AT greco 7,3υἱέ μὴ σπεῖρε ἐπ’ αὔλακας ἀδικίας καὶ οὐ μὴ θερίσῃς αὐτὰ ἑπταπλασίως
AT greco 7,4μὴ ζήτει παρὰ κυρίου ἡγεμονίαν μηδὲ παρὰ βασιλέως καθέδραν δόξης
AT greco 7,5μὴ δικαιοῦ ἔναντι κυρίου καὶ παρὰ βασιλεῖ μὴ σοφίζου
AT greco 7,6μὴ ζήτει γενέσθαι κριτής μὴ οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου
AT greco 7,7μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως καὶ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ
AT greco 7,8μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν ἐν γὰρ τῇ μιᾷ οὐκ ἀθῷος ἔσῃ
AT greco 7,9μὴ εἴπῃς τῷ πλήθει τῶν δώρων μου ἐπόψεται καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται
AT greco 7,10μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς
AT greco 7,11μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ ἔστιν γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν
AT greco 7,12μὴ ἀροτρία ψεῦδος ἐπ’ ἀδελφῷ σου μηδὲ φίλῳ τὸ ὅμοιον ποίει
AT greco 7,13μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν
AT greco 7,14μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου
AT greco 7,15μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ὑψίστου ἐκτισμένην
AT greco 7,16μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ
AT greco 7,17ταπείνωσον σφόδρα τὴν ψυχήν σου ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ
AT greco 7,18μὴ ἀλλάξῃς φίλον ἕνεκεν διαφόρου μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ Σουφιρ
AT greco 7,19μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον
AT greco 7,20μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ
AT greco 7,21οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή μὴ στερήσῃς αὐτὸν ἐλευθερίας
AT greco 7,22κτήνη σοί ἐστιν ἐπισκέπτου αὐτά καὶ εἰ ἔστιν σοι χρήσιμα ἐμμενέτω σοι
AT greco 7,23τέκνα σοί ἐστιν παίδευσον αὐτὰ καὶ κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτῶν
AT greco 7,24θυγατέρες σοί εἰσιν πρόσεχε τῷ σώματι αὐτῶν καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου
AT greco 7,25ἔκδου θυγατέρα καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν
AT greco 7,26γυνή σοί ἐστιν κατὰ ψυχήν μὴ ἐκβάλῃς αὐτήν καὶ μισουμένῃ μὴ ἐμπιστεύσῃς σεαυτόν
AT greco 7,27ἐν ὅλῃ καρδίᾳ σου δόξασον τὸν πατέρα σου καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ
AT greco 7,28μνήσθητι ὅτι δι’ αὐτῶν ἐγεννήθης καὶ τί ἀνταποδώσεις αὐτοῖς καθὼς αὐτοὶ σοί
AT greco 7,29ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε
AT greco 7,30ἐν ὅλῃ δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς
AT greco 7,31φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα καὶ δὸς τὴν μερίδα αὐτῷ καθὼς ἐντέταλταί σοι ἀπαρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων
AT greco 7,32καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου ἵνα τελειωθῇ ἡ εὐλογία σου
AT greco 7,33χάρις δόματος ἔναντι παντὸς ζῶντος καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν
AT greco 7,34μὴ ὑστέρει ἀπὸ κλαιόντων καὶ μετὰ πενθούντων πένθησον
AT greco 7,35μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον ἄνθρωπον ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ
AT greco 7,36ἐν πᾶσι τοῖς λόγοις σου μιμνῄσκου τὰ ἔσχατά σου καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις