Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Sapienziali - Salmi - 74

Salmi

AT greco Torna al libro

NT greco

AT greco 74 74,1gr. psalm 74 (heb. 75) εἰς τὸ τέλος μὴ διαφθείρῃς ψαλμὸς τῷ Ασαφ ᾠδῆς
AT greco 74,2ἐξομολογησόμεθά σοι ὁ θεός ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου
AT greco 74,3διηγήσομαι πάντα τὰ θαυμάσιά σου ὅταν λάβω καιρόν ἐγὼ εὐθύτητας κρινῶ
AT greco 74,4ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς διάψαλμα
AT greco 74,5εἶπα τοῖς παρανομοῦσιν μὴ παρανομεῖτε καὶ τοῖς ἁμαρτάνουσιν μὴ ὑψοῦτε κέρας
AT greco 74,6μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν
AT greco 74,7ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων
AT greco 74,8ὅτι ὁ θεὸς κριτής ἐστιν τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ
AT greco 74,9ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς
AT greco 74,10ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα ψαλῶ τῷ θεῷ Ιακωβ
AT greco 74,11καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου