Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
BibbiaEDU-logo

AT greco - Antico Testamento - Pentateuco - Numeri - 22

Numeri

AT greco Torna al libro

NT greco

AT greco 22 22,1καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω
AT greco 22,2καὶ ἰδὼν Βαλακ υἱὸς Σεπφωρ πάντα ὅσα ἐποίησεν Ισραηλ τῷ Αμορραίῳ
AT greco 22,3καὶ ἐφοβήθη Μωαβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἦσαν καὶ προσώχθισεν Μωαβ ἀπὸ προσώπου υἱῶν Ισραηλ
AT greco 22,4καὶ εἶπεν Μωαβ τῇ γερουσίᾳ Μαδιαμ νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν ὡς ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου καὶ Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον
AT greco 22,5καὶ ἀπέστειλεν πρέσβεις πρὸς Βαλααμ υἱὸν Βεωρ Φαθουρα ὅ ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ καλέσαι αὐτὸν λέγων ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου
AT greco 22,6καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον ὅτι ἰσχύει οὗτος ἢ ἡμεῖς ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ εὐλόγηνται καὶ οὓς ἐὰν καταράσῃ σύ κεκατήρανται
AT greco 22,7καὶ ἐπορεύθη ἡ γερουσία Μωαβ καὶ ἡ γερουσία Μαδιαμ καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν καὶ ἦλθον πρὸς Βαλααμ καὶ εἶπαν αὐτῷ τὰ ῥήματα Βαλακ
AT greco 22,8καὶ εἶπεν πρὸς αὐτούς καταλύσατε αὐτοῦ τὴν νύκτα καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα ἃ ἐὰν λαλήσῃ κύριος πρός με καὶ κατέμειναν οἱ ἄρχοντες Μωαβ παρὰ Βαλααμ
AT greco 22,9καὶ ἦλθεν ὁ θεὸς πρὸς Βαλααμ καὶ εἶπεν αὐτῷ τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοί
AT greco 22,10καὶ εἶπεν Βαλααμ πρὸς τὸν θεόν Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἀπέστειλεν αὐτοὺς πρός με λέγων
AT greco 22,11ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κεκάλυφεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτόν εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς
AT greco 22,12καὶ εἶπεν ὁ θεὸς πρὸς Βαλααμ οὐ πορεύσῃ μετ’ αὐτῶν οὐδὲ καταράσῃ τὸν λαόν ἔστιν γὰρ εὐλογημένος
AT greco 22,13καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν οὐκ ἀφίησίν με ὁ θεὸς πορεύεσθαι μεθ’ ὑμῶν
AT greco 22,14καὶ ἀναστάντες οἱ ἄρχοντες Μωαβ ἦλθον πρὸς Βαλακ καὶ εἶπαν οὐ θέλει Βαλααμ πορευθῆναι μεθ’ ἡμῶν
AT greco 22,15καὶ προσέθετο Βαλακ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων
AT greco 22,16καὶ ἦλθον πρὸς Βαλααμ καὶ λέγουσιν αὐτῷ τάδε λέγει Βαλακ ὁ τοῦ Σεπφωρ ἀξιῶ σε μὴ ὀκνήσῃς ἐλθεῖν πρός με
AT greco 22,17ἐντίμως γὰρ τιμήσω σε καὶ ὅσα ἐὰν εἴπῃς ποιήσω σοι καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον
AT greco 22,18καὶ ἀπεκρίθη Βαλααμ καὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ ἐὰν δῷ μοι Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου
AT greco 22,19καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην καὶ γνώσομαι τί προσθήσει κύριος λαλῆσαι πρός με
AT greco 22,20καὶ ἦλθεν ὁ θεὸς πρὸς Βαλααμ νυκτὸς καὶ εἶπεν αὐτῷ εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι ἀναστὰς ἀκολούθησον αὐτοῖς ἀλλὰ τὸ ῥῆμα ὃ ἂν λαλήσω πρὸς σέ τοῦτο ποιήσεις
AT greco 22,21καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων Μωαβ
AT greco 22,22καὶ ὠργίσθη θυμῷ ὁ θεὸς ὅτι ἐπορεύθη αὐτός καὶ ἀνέστη ὁ ἄγγελος τοῦ θεοῦ ἐνδιαβάλλειν αὐτόν καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ καὶ δύο παῖδες αὐτοῦ μετ’ αὐτοῦ
AT greco 22,23καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον καὶ ἐπάταξεν τὴν ὄνον τῇ ῥάβδῳ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ
AT greco 22,24καὶ ἔστη ὁ ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξιν τῶν ἀμπέλων φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν
AT greco 22,25καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοῖχον καὶ ἀπέθλιψεν τὸν πόδα Βαλααμ καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν
AT greco 22,26καὶ προσέθετο ὁ ἄγγελος τοῦ θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν οὐδὲ ἀριστεράν
AT greco 22,27καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ συνεκάθισεν ὑποκάτω Βαλααμ καὶ ἐθυμώθη Βαλααμ καὶ ἔτυπτεν τὴν ὄνον τῇ ῥάβδῳ
AT greco 22,28καὶ ἤνοιξεν ὁ θεὸς τὸ στόμα τῆς ὄνου καὶ λέγει τῷ Βαλααμ τί ἐποίησά σοι ὅτι πέπαικάς με τοῦτο τρίτον
AT greco 22,29καὶ εἶπεν Βαλααμ τῇ ὄνῳ ὅτι ἐμπέπαιχάς μοι καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί μου ἤδη ἂν ἐξεκέντησά σε
AT greco 22,30καὶ λέγει ἡ ὄνος τῷ Βαλααμ οὐκ ἐγὼ ἡ ὄνος σου ἐφ’ ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον ἡμέρας μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως ὁ δὲ εἶπεν οὐχί
AT greco 22,31ἀπεκάλυψεν δὲ ὁ θεὸς τοὺς ὀφθαλμοὺς Βαλααμ καὶ ὁρᾷ τὸν ἄγγελον κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησεν τῷ προσώπῳ αὐτοῦ
AT greco 22,32καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ διὰ τί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου
AT greco 22,33καὶ ἰδοῦσά με ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τρίτον τοῦτο καὶ εἰ μὴ ἐξέκλινεν νῦν οὖν σὲ μὲν ἀπέκτεινα ἐκείνην δὲ περιεποιησάμην
AT greco 22,34καὶ εἶπεν Βαλααμ τῷ ἀγγέλῳ κυρίου ἡμάρτηκα οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν καὶ νῦν εἰ μή σοι ἀρέσκει ἀποστραφήσομαι
AT greco 22,35καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς Βαλααμ συμπορεύθητι μετὰ τῶν ἀνθρώπων πλὴν τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σέ τοῦτο φυλάξῃ λαλῆσαι καὶ ἐπορεύθη Βαλααμ μετὰ τῶν ἀρχόντων Βαλακ
AT greco 22,36καὶ ἀκούσας Βαλακ ὅτι ἥκει Βαλααμ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλιν Μωαβ ἥ ἐστιν ἐπὶ τῶν ὁρίων Αρνων ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων
AT greco 22,37καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε διὰ τί οὐκ ἤρχου πρός με ὄντως οὐ δυνήσομαι τιμῆσαί σε
AT greco 22,38καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ ἰδοὺ ἥκω πρὸς σέ νῦν δυνατὸς ἔσομαι λαλῆσαί τι τὸ ῥῆμα ὃ ἐὰν βάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου τοῦτο λαλήσω
AT greco 22,39καὶ ἐπορεύθη Βαλααμ μετὰ Βαλακ καὶ ἦλθον εἰς πόλεις ἐπαύλεων
AT greco 22,40καὶ ἔθυσεν Βαλακ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλεν τῷ Βαλααμ καὶ τοῖς ἄρχουσι τοῖς μετ’ αὐτοῦ
AT greco 22,41καὶ ἐγενήθη πρωὶ καὶ παραλαβὼν Βαλακ τὸν Βαλααμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βααλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ