Dimensioni del testo

Carattere

Tema

Evidenzia versetti con note

Stai leggendo

GRECO_LXX

AT greco

Capitoli
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
BibbiaEDU-logo

AT greco - Antico Testamento - Libri Storici - Giudici A (Codice Alessandrino) - 1

Giudici A (Codice Alessandrino)

AT greco Torna al libro

NT greco

AT greco 1 1,1καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ λέγοντες τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ
AT greco 1,2καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ
AT greco 1,3καὶ εἶπεν Ιουδας πρὸς Συμεων τὸν ἀδελφὸν αὐτοῦ ἀνάβηθι μετ’ ἐμοῦ ἐν τῷ κλήρῳ μου καὶ πολεμήσωμεν ἐν τῷ Χαναναίῳ καὶ πορεύσομαι καί γε ἐγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου καὶ ἐπορεύθη μετ’ αὐτοῦ Συμεων
AT greco 1,4καὶ ἀνέβη Ιουδας καὶ ἔδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς ἐν Βεζεκ δέκα χιλιάδας ἀνδρῶν
AT greco 1,5καὶ εὗρον τὸν Αδωνιβεζεκ ἐν Βεζεκ καὶ ἐπολέμησαν ἐν αὐτῷ καὶ ἐπάταξαν τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον
AT greco 1,6καὶ ἔφυγεν Αδωνιβεζεκ καὶ κατεδίωξαν ὀπίσω αὐτοῦ καὶ ἔλαβον αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶ τῶν ποδῶν αὐτοῦ
AT greco 1,7καὶ εἶπεν Αδωνιβεζεκ ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου καθὼς οὖν ἐποίησα οὕτως ἀνταπέδωκέν μοι ὁ θεός καὶ ἤγαγον αὐτὸν εἰς Ιερουσαλημ καὶ ἀπέθανεν ἐκεῖ
AT greco 1,8καὶ ἐπολέμησαν οἱ υἱοὶ Ιουδα ἐν Ιερουσαλημ καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί
AT greco 1,9καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ τῷ κατοικοῦντι τὴν ὀρεινὴν καὶ τὸν νότον καὶ τὴν πεδινήν
AT greco 1,10καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Χεβρων καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας τὸ δὲ ὄνομα Χεβρων ἦν ἔμπροσθεν Καριαθαρβοκσεφερ καὶ ἐπάταξεν τὸν Σεσι καὶ τὸν Αχιμαν καὶ τὸν Θολμι γεννήματα τοῦ Ενακ
AT greco 1,11καὶ ἐπορεύθησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ καὶ τὸ ὄνομα Δαβιρ ἦν ἔμπροσθεν Πόλις γραμμάτων
AT greco 1,12καὶ εἶπεν Χαλεβ ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν δώσω αὐτῷ τὴν Ασχαν θυγατέρα μου εἰς γυναῖκα
AT greco 1,13καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν Ασχαν θυγατέρα αὐτοῦ εἰς γυναῖκα
AT greco 1,14καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ ἐπέσεισεν αὐτὴν αἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς τὸν ἀγρόν καὶ ἐγόγγυζεν ἐπάνω τοῦ ὑποζυγίου καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου εἰς γῆν νότου ἐκδέδοσαί με καὶ εἶπεν αὐτῇ Χαλεβ τί ἐστίν σοι
AT greco 1,15καὶ εἶπεν αὐτῷ Ασχα δός μοι εὐλογίαν ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με καὶ δώσεις μοι λύτρωσιν ὕδατος καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς τὴν λύτρωσιν μετεώρων καὶ τὴν λύτρωσιν ταπεινῶν
AT greco 1,16καὶ οἱ υἱοὶ Ιωβαβ τοῦ Κιναίου πενθεροῦ Μωυσῆ ἀνέβησαν ἐκ τῆς πόλεως τῶν φοινίκων πρὸς τοὺς υἱοὺς Ιουδα εἰς τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ νότῳ ἐπὶ καταβάσεως Αραδ καὶ ἐπορεύθη καὶ κατῴκησεν μετὰ τοῦ λαοῦ
AT greco 1,17καὶ ἐπορεύθη Ιουδας μετὰ Συμεων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐπάταξαν τὸν Χαναναῖον τὸν κατοικοῦντα Σεφεθ καὶ ἀνεθεμάτισαν αὐτὴν καὶ ἐξωλέθρευσαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Ἐξολέθρευσις
AT greco 1,18καὶ οὐκ ἐκληρονόμησεν Ιουδας τὴν Γάζαν καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἀσκαλῶνα καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ακκαρων καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἄζωτον καὶ τὰ περισπόρια αὐτῆς
AT greco 1,19καὶ ἦν κύριος μετὰ Ιουδα καὶ ἐκληρονόμησεν τὸ ὄρος ὅτι οὐκ ἐδύνατο κληρονομῆσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα ὅτι Ρηχαβ διεστείλατο αὐτήν
AT greco 1,20καὶ ἔδωκεν τῷ Χαλεβ τὴν Χεβρων καθὰ ἐλάλησεν Μωυσῆς καὶ ἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις καὶ ἐξῆρεν ἐκεῖθεν τοὺς τρεῖς υἱοὺς Ενακ
AT greco 1,21καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν Ιερουσαλημ οὐκ ἐξῆραν οἱ υἱοὶ Βενιαμιν καὶ κατῴκησεν ὁ Ιεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμιν ἕως τῆς ἡμέρας ταύτης
AT greco 1,22καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ Ιουδας μετ’ αὐτῶν
AT greco 1,23καὶ παρενέβαλον οἶκος Ισραηλ κατὰ Βαιθηλ τὸ δὲ ὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζα
AT greco 1,24καὶ εἶδον οἱ φυλάσσοντες ἄνδρα ἐκπορευόμενον ἐκ τῆς πόλεως καὶ ἔλαβαν αὐτὸν καὶ εἶπον αὐτῷ δεῖξον ἡμῖν τὴν εἴσοδον τῆς πόλεως καὶ ποιήσομεν μετὰ σοῦ ἔλεος
AT greco 1,25καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως καὶ ἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας τὸν δὲ ἄνδρα καὶ τὴν συγγένειαν αὐτοῦ ἐξαπέστειλαν
AT greco 1,26καὶ ἀπῆλθεν ὁ ἀνὴρ εἰς γῆν Χεττιιμ καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λουζα τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης
AT greco 1,27καὶ οὐκ ἐκληρονόμησεν Μανασσης τὴν Βαιθσαν ἥ ἐστιν Σκυθῶν πόλις οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περισπόρια αὐτῆς οὐδὲ τὴν Εκθανααδ καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Δωρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Βαλααμ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδων καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Ιεβλααμ οὐδὲ τὰς θυγατέρας αὐτῆς καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ
AT greco 1,28καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ καὶ ἔθετο τὸν Χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν
AT greco 1,29καὶ Εφραιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γαζερ καὶ κατῴκει ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζερ καὶ ἐγένετο εἰς φόρον
AT greco 1,30καὶ Ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρων καὶ τοὺς κατοικοῦντας Ενααλα καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ καὶ ἐγένετο εἰς φόρον
AT greco 1,31καὶ Ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ακχω καὶ ἐγένετο αὐτῷ εἰς φόρον καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τοὺς κατοικοῦντας Σιδῶνα καὶ τοὺς κατοικοῦντας Ααλαφ καὶ τὸν Αχαζιβ καὶ τὴν Χελβα καὶ τὴν Αφεκ καὶ τὴν Ροωβ
AT greco 1,32καὶ κατῴκησεν Ασηρ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν ὅτι οὐκ ἐδυνάσθη ἐξᾶραι αὐτόν
AT greco 1,33καὶ Νεφθαλι οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Βαιθσαμυς οὐδὲ τοὺς κατοικοῦντας Βαιθενεθ καὶ κατῴκησεν Ισραηλ ἐν μέσῳ τοῦ Χαναναίου τοῦ κατοικοῦντος τὴν γῆν οἱ δὲ κατοικοῦντες Βαιθσαμυς καὶ τὴν Βαιθενεθ ἐγενήθησαν αὐτοῖς εἰς φόρον
AT greco 1,34καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος ὅτι οὐκ ἀφῆκεν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα
AT greco 1,35καὶ ἤρξατο ὁ Αμορραῖος κατοικεῖν ἐν τῷ ὄρει τοῦ Μυρσινῶνος οὗ αἱ ἄρκοι καὶ αἱ ἀλώπεκες καὶ ἐβαρύνθη ἡ χεὶρ οἴκου Ιωσηφ ἐπὶ τὸν Αμορραῖον καὶ ἐγένετο εἰς φόρον
AT greco 1,36καὶ τὸ ὅριον τοῦ Αμορραίου ὁ Ιδουμαῖος ἐπάνω Ακραβιν ἐπὶ τῆς Πέτρας καὶ ἐπάνω